Thesauros Edebiyat hymns Hymn 2 To Demeter

Hymn 2 To Demeter

Hymn 2 To Demeter Anonymous
Bölümler
Metin 1–495

Metin

 
ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι
 
σεῦε διὲκ μεγάρων· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
 
ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν· οὐδὲ θάλασσα 380
 
οὔθʼ ὕδωρ ποταμῶν οὔτʼ ἄγκεα ποιήεντα
 
ἵππων ἀθανάτων οὔτʼ ἄκριες ἔσχεθον ὁρμήν,
 
ἀλλʼ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
 
στῆσε δʼ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,
 
νηοῖο προπάροιθε θυώδεος· ἣ δὲ ἰδοῦσα 385
 
ἤιξʼ, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.
 
Περσεφόνη δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ
 
μητρὸς ἑῆς κατʼ ἄρʼ ἥ γʼ ὄχεα προλιποῦσα καὶ ἵππους
 
ἆλτο θέειν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα·
 
τῇ δὲ φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ 390
 
αἶψα δόλον θυμός τινʼ ὀίσατο, τρέσσε δʼ ἄρʼ αἰνῶς
 
παυομένη φιλότητος, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·
 
τέκνον, μή ῥά τι μοι σύ γε πάσσαο νέρθεν ἐοῦσα
 
βρώμης; ἐξαύδα, μὴ κεῦθʼ, ἵνα εἴδομεν ἄμφω·
 
ὣς μὲν γάρ κεν ἐοῦσα παρὰ στυγεροῦ Ἀίδαο 395
 
καὶ παρʼ ἐμοὶ καὶ πατρὶ κελαινεφέϊ Κρονίωνι
 
ναιετάοις πάντεσσι τετιμένη ἀθανάτοισιν.
← Önceki Metin · 20 / 25 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi