Thesauros Edebiyat hymns Hymn 2 To Demeter

Hymn 2 To Demeter

Hymn 2 To Demeter Anonymous
Bölümler
Metin 1–495

Metin

 
ἦγʼ ὀλοφυρομένην· ἰάχησε δʼ ἄρʼ ὄρθια φωνῇ, 20
 
κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.
 
οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων
 
ἤκουσεν φωνῆς, οὐδʼ ἀγλαόκαρποι ἐλαῖαι†
 
εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα
 
ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος, 25
 
Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός,
 
κούρης κεκλομένης πατέρα Κρονίδην· ὃ δὲ νόσφιν
 
ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ,
 
δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.
 
τὴν δʼ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι 30
 
πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων,
 
ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
 
ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα
 
λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα
 
αὐγάς τʼ ἠελίου, ἔτι δʼ ἤλπετο μητέρα κεδνὴν 35
 
ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων,
 
τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ·
 
ἤχησαν δʼ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου
 
φωνῇ ὑπʼ ἀθανάτῃ· τῆς δʼ ἔκλυε πότνια μήτηρ.
← Önceki Metin · 2 / 25 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi