Thesauros Edebiyat hymns Hymn 2 To Demeter

Hymn 2 To Demeter

Hymn 2 To Demeter Anonymous
Bölümler
Metin 1–495

Metin

 
σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο
 
λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,
 
αὐγῆς δʼ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς· 280
 
βῆ δὲ διὲκ μεγάρων· τῆς δʼ αὐτίκα γούνατʼ ἔλυντο,
 
δηρὸν δʼ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς
 
μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
 
τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,
 
κὰδ δʼ ἄρʼ ἀπʼ εὐστρώτων λεχέων θόρον· ἣ μὲν ἔπειτα 285
 
παῖδʼ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ·
 
ἣ δʼ ἄρα πῦρ ἀνέκαιʼ· ἣ δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσι
 
μητέρʼ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
 
ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
 
ἀμφαγαπαζόμεναι· τοῦ δʼ οὐ μειλίσσετο θυμός· 290
 
χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
 
αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
 
δείματι παλλόμεναι, ἅμα δʼ ἠοῖ φαινομένηφιν
 
εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,
 
ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ. 295
 
αὐτὰρ ὅ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
 
ἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸν
← Önceki Metin · 15 / 25 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi