Thesauros Edebiyat hymns Hymn 2 To Demeter

Hymn 2 To Demeter

Hymn 2 To Demeter Anonymous
Bölümler
Metin 1–495

Metin

 
παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον
 
ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν. 220
 
εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
 
ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
 
ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.
 
τὴν δʼ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ·
 
καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν· 225
 
παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις,
 
θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης
 
οὔτʼ ἄρʼ ἐπηλυσίη δηλήσεται οὔθʼ ὑποτάμνον·
 
οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,
 
οἶδα δʼ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν. 230
 
ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ
 
χείρεσσʼ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ.
 
ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν
 
Δημοφόωνθʼ, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα,
 
ἔτρεφεν ἐν μεγάροις· ὃ δʼ ἀέξετο δαίμονι ἶσος, 235
 
οὔτʼ οὖν σῖτον ἔδων, οὐ θησάμενος γάλα μητρὸς
 
ἠματίη μὲν γὰρ καλλιστέφανος Δημήτηρ
 
χρίεσκʼ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα
← Önceki Metin · 12 / 25 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi