Kitap 8
τούτων δὲ κυρωθέντων ὁ μὲν Καμβύλος ἀνεδέξατο χειριεῖν τὰ κατὰ τὸν Ἀντίοχον, ὁ δὲ Βῶλις ἐτάξατο μετά τινας ἡμέρας πέμψειν τὸν Ἀριανὸν πρὸς τὸν Ἀχαιόν, ἔχοντα παρά τε τοῦ Νικομάχου καὶ Μελαγκόμα συνθηματικὰ γράμματα.
περὶ δὲ τοῦ παρεισελθεῖν τὸν Ἀριανὸν εἰς τὴν ἄκραν ἀσφαλῶς καὶ πάλιν ἀπελθεῖν, ἐκεῖνον ἐκέλευε φροντίζειν.
ἐὰν δὲ προσδεξάμενος τὴν ἐπιβολὴν Ἀχαιὸς ἀντιφωνήσῃ τοῖς περὶ τὸν Νικόμαχον καὶ Μελαγκόμαν, οὕτως ἔφη δώσειν ὁ Βῶλις αὑτὸν εἰς τὴν χρείαν καὶ συμμίξειν τῷ Καμβύλῳ.
τῆς δὲ διατάξεως γενομένης τοιαύτης χωρισθέντες ἔπραττον ἑκάτεροι τὰ συντεταγμένα.
καὶ λαβὼν καιρὸν πρῶτον ὁ Καμβύλος προσφέρει τῷ βασιλεῖ τὸν λόγον.
ὁ δʼ Ἀντίοχος, πρὸς τρόπον αὐτῷ καὶ παραδόξου γενομένης τῆς ἐπαγγελίας, τὰ μὲν ὑπερχαρὴς ὢν πάνθʼ ὑπισχνεῖτο, τὰ δὲ διαπιστῶν ἐξήταζε τὰς κατὰ μέρος ἐπινοίας καὶ παρασκευὰς αὐτῶν.
μετὰ δὲ ταῦτα πιστεύσας, καὶ νομίζων ὡς ἂν εἰ σὺν θεῷ γίνεσθαι τὴν ἐπιβολήν, ἠξίου καὶ πολλάκις ἐδεῖτο τοῦ Καμβύλου συντελεῖν τὴν πρᾶξιν.
τὸ δὲ παραπλήσιον ὁ Βῶλις ἐποίει πρὸς τὸν Νικόμαχον καὶ Μελαγκόμαν. οἱ δὲ πιστεύοντες ἀπὸ τοῦ κρατίστου γίνεσθαι τὴν ἐπιβολήν, καὶ παραυτίκα τῷ Ἀριανῷ συνθέντες τὰς πρὸς τὸν Ἀχαιὸν ἐπιστολὰς γεγραμμένας συνθηματικῶς, καθάπερ ἔθος ἦν αὐτοῖς,
οὕτως ὥστε τὸν κυριεύσαντα τῆς ἐπιστολῆς μὴ δύνασθαι γνῶναι μηδὲν τῶν ἐν αὐτῇ γεγραμμένων, ἐξαπέστειλαν παρακαλοῦντες πιστεύειν τοῖς περὶ τὸν Βῶλιν καὶ τὸν Καμβύλον.
ὁ δʼ Ἀριανὸς διὰ τοῦ Καμβύλου παρελθὼν εἰς τὴν ἄκραν τὰ γεγραμμένα τοῖς περὶ τὸν Ἀχαιὸν ἀπέδωκε, καὶ συμπαρὼν ἀπὸ τῆς ἀρχῆς τοῖς γινομένοις ἀκριβῶς τὸν κατὰ μέρος ὑπὲρ ἑκάστων ἀπεδίδου λόγον, πολλάκις μὲν καὶ ποικίλως ὑπὲρ τῶν κατὰ τὸν Σωσίβιον καὶ Βῶλιν ἀνακρινόμενος, πολλάκις δὲ περὶ Νικομάχου καὶ Μελαγκόμα, μάλιστα δὲ περὶ τῶν κατὰ τὸν Καμβύλον.
οὐ μὴν ἀλλʼ αὐτοπαθῶς καὶ γενναίως ὑπέμενε τοὺς ἐλέγχους, καὶ μάλιστα διὰ τὸ μὴ γινώσκειν τὸ συνέχον τῶν τῷ Καμβύλῳ καὶ Βώλιδι δεδογμένων.
Ἀχαιὸς δὲ καὶ διὰ τῶν ἀνακρίσεων τῶν τοῦ Ἀριανοῦ καὶ μάλιστα διὰ τῶν παρὰ τοῦ Νικομάχου καὶ Μελαγκόμα συνθημάτων πιστεύσας ἀντεφώνησε, καὶ παραχρῆμα πάλιν ἐξέπεμψε τὸν Ἀριανόν.
πλεονάκις δὲ τούτου γινομένου παρʼ ἑκατέρων, τέλος οἱ περὶ τὸν Ἀχαιὸν ἐπέτρεψαν περὶ σφῶν τοῖς περὶ τὸν Νικόμαχον, ἅτε μηδεμιᾶς ἄλλης ἐλπίδος ἔτι καταλειπομένης πρὸς σωτηρίαν, καὶ πέμπειν ἐκέλευον ἅμα τῷ Ἀριανῷ τὸν Βῶλιν ἀσελήνου νυκτός, ὡς ἐγχειριοῦντες αὑτούς.
ἦν γάρ τις ἐπίνοια περὶ τὸν Ἀχαιὸν τοιαύτη, πρῶτον μὲν διαφυγεῖν τοὺς ἐνεστῶτας κινδύνους, μετὰ δὲ ταῦτα ποιήσασθαι δίχα προόδου τὴν ὁρμὴν ἐπὶ τοὺς κατὰ Συρίαν τόπους·
πάνυ γὰρ εἶχε μεγάλας ἐλπίδας ἐπιφανεὶς ἄφνω καὶ παραδόξως τοῖς κατὰ Συρίαν ἀνθρώποις, καὶ ἔτι διατρίβοντος Ἀντιόχου περὶ τὰς Σάρδεις, μέγα ποιήσειν κίνημα καὶ μεγάλης ἀποδοχῆς τεύξεσθαι παρά τε τοῖς Ἀντιοχεῦσι καὶ τοῖς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην.
ὁ μὲν οὖν Ἀχαιὸς ἐπί τινος τοιαύτης προσδοκίας καὶ διαλογισμῶν ὑπάρχων ἐκαραδόκει τὴν παρουσίαν τοῦ Βώλιδος·
οἱ δὲ περὶ τὸν Μελαγκόμαν ἀποδεξάμενοι τὸν Ἀριανὸν καὶ τὰς ἐπιστολὰς ἀναγνόντες, ἐξέπεμπον τὸν Βῶλιν, παρακαλέσαντες διὰ πλειόνων καὶ μεγάλας ἐλπίδας ὑποδείξαντες, ἐὰν καθίκηται τῆς ἐπιβολῆς.
ὁ δὲ προδιαπεμψάμενος τὸν Ἀριανόν, καὶ δηλώσας τῷ Καμβύλῳ τὴν αὑτοῦ παρουσίαν, ἧκε νυκτὸς ἐπὶ τὸν συντεθέντα τόπον.
γενόμενοι δὲ μίαν ἡμέραν ἐπὶ ταὐτό, καὶ συνταξάμενοι περὶ τοῦ πῶς χειρισθήσεται τὰ κατὰ μέρος, μετὰ ταῦτα νυκτὸς εἰσῆλθον εἰς τὴν παρεμβολήν.
ἡ δὲ διάταξις αὐτῶν ἐγεγόνει τοιαύτη τις· εἰ μὲν συμβαίη τὸν Ἀχαιὸν ἐκ τῆς ἄκρας ἐλθεῖν μόνον ἢ καὶ δεύτερον μετὰ τοῦ Βώλιδος καὶ Ἀριανοῦ, τελέως εὐκαταφρόνητος, ἔτι δʼ εὐχείρωτος ἔμελλε γίνεσθαι τοῖς ἐνεδρεύουσιν·
εἰ δὲ μετὰ πλειόνων, δύσχρηστος ἡ πρόθεσις ἀπέβαινε τοῖς πεπιστευμένοις, ἄλλως τε καὶ ζωγρίᾳ σπεύδουσι κυριεῦσαι διὰ τὸ τῆς πρὸς τὸν Ἀντίοχον χάριτος τὸ πλεῖστον ἐν τούτῳ κεῖσθαι τῷ μέρει.
διόπερ ἔδει τὸν μὲν Ἀριανόν, ὅταν ἐξάγῃ τὸν Ἀχαιόν, ἡγεῖσθαι διὰ τὸ γινώσκειν τὴν ἀτραπόν, ᾗ πολλάκις ἐπεποίητο καὶ τὴν εἴσοδον καὶ τὴν ἔξοδον,
τὸν δὲ Βῶλιν ἀκολουθεῖν τῶν ἄλλων κατόπιν, ἵνʼ ἐπειδὰν παραγένηται πρὸς τὸν τόπον, ἐν ᾧ τοὺς ἐνεδρεύοντας ἑτοίμους ὑπάρχειν ἔδει διὰ τοῦ Καμβύλου, τότʼ ἐπιλαβόμενος κρατοίη τὸν Ἀχαιόν, καὶ μήτε διαδραίη κατὰ τὸν θόρυβον νυκτὸς οὔσης διὰ τόπων ὑλωδῶν, μήθʼ αὑτὸν ῥίψαι κατά τινος κρημνοῦ περιπαθὴς γενόμενος, πέσοι δὲ κατὰ τὴν πρόθεσιν ὑπὸ τὰς τῶν ἐχθρῶν χεῖρας ζωγρίᾳ.
τούτων δὲ συγκειμένων, καὶ παραγενομένου τοῦ Βώλιδος ὡς τὸν Καμβύλον, ᾗ μὲν ἦλθε νυκτί, ταύτῃ παράγει πρὸς τὸν Ἀντίοχον τὸν Βῶλιν ὁ Καμβύλος μόνος πρὸς μόνον.
ἀποδεξαμένου δὲ τοῦ βασιλέως φιλοφρόνως, καὶ δόντος πίστεις ὑπὲρ τῶν ἐπαγγελιῶν, καὶ παρακαλέσαντος ἀμφοτέρους διὰ πλειόνων μηκέτι μέλλειν ὑπὲρ τῶν προκειμένων, τότε μὲν ἀνεχώρησαν εἰς τὴν αὑτῶν παρεμβολήν,
ὑπὸ δὲ τὴν ἑωθινὴν Βῶλις ἀνέβη μετὰ τοῦ Ἀριανοῦ, καὶ παρεισῆλθεν ἔτι νυκτὸς εἰς τὴν ἄκραν.
Ἀχαιὸς δὲ προσδεξάμενος ἐκτενῶς καὶ φιλοφρόνως τὸν Βῶλιν ἀνέκρινε διὰ πλειόνων ὑπὲρ ἑκάστου τῶν κατὰ μέρος.
θεωρῶν δὲ καὶ κατὰ τὴν ἐπιφάνειαν τὸν ἄνδρα καὶ κατὰ τὴν ὁμιλίαν ἕλκοντα τὸ τῆς πράξεως στάσιμον, τὰ μὲν περιχαρὴς ἦν διὰ τὴν ἐλπίδα τῆς σωτηρίας, τὰ δὲ πάλιν ἐπτοημένος καὶ πλήρης ἀγωνίας διὰ τὸ μέγεθος τῶν ἀποβησομένων.
ὑπάρχων δὲ καὶ κατὰ τὴν διάνοιαν οὐδενὸς ἥττων καὶ κατὰ τὴν ἐν πράγμασι τριβὴν ἱκανός, ὅμως ἀκμὴν ἔκρινε μὴ πᾶσαν εἰς τὸν Βῶλιν ἀνακρεμάσαι τὴν πίστιν.
διὸ ποιεῖται τοιούτους λόγους πρὸς αὐτόν, ὅτι κατὰ μὲν τὸ παρὸν οὐκ ἔστι δυνατὸν ἐξελθεῖν αὐτῷ, πέμψει δέ τινας τῶν φίλων μετʼ ἐκείνου τρεῖς ἢ τέτταρας, ὧν συμμιξάντων τοῖς περὶ τὸν Μελαγκόμαν ἕτοιμον αὑτὸν ἔφη παρασκευάσειν πρὸς τὴν ἔξοδον.
ὁ μὲν οὖν Ἀχαιὸς ἐποίει τὰ δυνατά· τοῦτο δʼ ἠγνόει, τὸ δὴ λεγόμενον, πρὸς Κρῆτα κρητίζων· ὁ γὰρ Βῶλις οὐθὲν ἀψηλάφητον εἶχε τῶν ἐπινοηθέντων ἂν εἰς τοῦτο τὸ μέρος.
πλὴν παραγενομένης τῆς νυκτός, ἐν ᾗ συνεξαποστέλλειν ἔφη τοὺς φίλους, προπέμψας τὸν Ἀριανὸν καὶ τὸν Βῶλιν ἐπὶ τὴν τῆς ἄκρας ἔξοδον μένειν προσέταξε, μέχρις ἂν οἱ μέλλοντες αὐτοῖς συνεξορμᾶν παραγένωνται.
τῶν δὲ πειθαρχησάντων, κοινωσάμενος παρʼ αὐτὸν τὸν καιρὸν τῇ γυναικὶ καὶ ποιήσας διὰ τὸ παράδοξον τὴν Λαοδίκην ἔκφρονα, χρόνον μέν τινα λιπαρῶν ταύτην καὶ καταπραΰνων ταῖς προσδοκωμέναις ἐλπίσι προσεκαρτέρει,
μετὰ δὲ ταῦτα πέμπτος αὐτὸς γενόμενος, καὶ τοῖς μὲν ἄλλοις μετρίας ἐσθῆτας ἀναδούς, αὐτὸς δὲ λιτὴν καὶ τὴν τυχοῦσαν ἀναλαβὼν καὶ ταπεινὸν αὑτὸν ποιήσας προῆγε,
συντάξας ἑνὶ τῶν φίλων αὐτὸν αἰὲν ἀποκρίνασθαι πρὸς τὸ λεγόμενον ὑπὸ τῶν περὶ τὸν Ἀριανὸν καὶ πυνθάνεσθαι παρʼ ἐκείνων ἀεὶ τὸ κατεπεῖγον, περὶ δὲ τῶν ἄλλων φάναι βαρβάρους αὐτοὺς ὑπάρχειν.
ἐπεὶ δὲ συνέμιξαν τοῖς περὶ τὸν Ἀριανόν, ἡγεῖτο μὲν αὐτὸς αὐτῶν διὰ τὴν ἐμπειρίαν, ὁ δὲ Βῶλις κατόπιν ἐπέστη κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ἀπορῶν καὶ δυσχρηστούμενος ὑπὲρ τοῦ συμβαίνοντος·
καίπερ γὰρ ὢν Κρὴς καὶ πᾶν ἄν τι κατὰ τοῦ πέλας ὑποπτεύσας, ὅμως οὐκ ἠδύνατο διὰ τὸ σκότος συννοῆσαι τὸν Ἀχαιόν, οὐχ οἷον τίς ἐστιν, ἀλλʼ οὐδὲ καθάπαξ εἰ πάρεστι.
τῆς δὲ καταβάσεως κρημνώδους μὲν καὶ δυσβάτου κατὰ τὸ πλεῖστον ὑπαρχούσης, ἔν τισι δὲ τόποις καὶ λίαν ἐπισφαλεῖς ἐχούσης καὶ κινδυνώδεις καταφοράς, ὁπότε παραγένοιτο πρός τινα τοιοῦτον τόπον, τῶν μὲν ἐπιλαμβανομένων, τῶν δὲ πάλιν ἐκδεχομένων τὸν Ἀχαιόν,
οὐ δυναμένων γὰρ καθόλου τὴν ἐκ τῆς συνηθείας καταξίωσιν στέλλεσθαι πρὸς τὸν παρόντα καιρόν, ταχέως ὁ Βῶλις συνῆκε τίς ἐστι καὶ ποῖος αὐτῶν ὁ Ἀχαιός.
ἐπεὶ δὲ παρεγένοντο πρὸς τὸν τῷ Καμβύλῳ διατεταγμένον τόπον, καὶ τὸ σύνθημα προσσυρίξας ὁ Βῶλις ἀπέδωκε, τῶν μὲν ἄλλων οἱ διαναστάντες ἐκ τῆς ἐνέδρας ἐπελάβοντο,