Kitap 6
2.7
διόπερ οὐχ ὁρῶν ποίαν ἄν τις ὀξυτέραν ἢ μείζονα λάβοι μεταβολὴν τῶν καθʼ ἡμᾶς τῆς γε Ῥωμαίοις συμβάσης, εἰς τοῦτον ἀπεθέμην τὸν καιρὸν τὸν ὑπὲρ τῶν προειρημένων ἀπολογισμόν· γνοίη δʼ ἄν τις τὸ μέγεθος τῆς μεταβολῆς ἐκ τούτων. ζήτει ἐν τῷ περὶ στρατηγίας. [εχξ. ϝατ. π. 369 μαι. 24, 4 ηεψς.]
2.8
ὅτι τὸ ψυχαγωγοῦν ἅμα καὶ τὴν ὠφέλειαν ἐπιφέρον τοῖς φιλομαθοῦσι τοῦτʼ ἔστιν ἡ τῶν αἰτιῶν θεωρία καὶ τοῦ βελτίονος ἐν ἑκάστοις αἵρεσις.
2.9
μεγίστην δʼ αἰτίαν ἡγητέον ἐν ἅπαντι πράγματι καὶ πρὸς ἐπιτυχίαν καὶ τοὐναντίον τὴν τῆς πολιτείας σύστασιν·
2.10
ἐκ γὰρ ταύτης ᾗπερ ἐκ πηγῆς οὐ μόνον ἀναφέρεσθαι συμβαίνει πάσας τὰς ἐπινοίας καὶ τὰς ἐπιβολὰς τῶν ἔργων, ἀλλὰ καὶ συντέλειαν λαμβάνειν. [εχξ. ϝατ. π. 370 μ. 24, 30 η.]
2.11
τὸ γὰρ ἀδύνατον ἐν τῷ ψεύδει μόνον οὐδʼ ἀπολογίαν ἐπιδέχεται τοῖς ἁμαρτάνουσιν. [ξοδ. υρβιν. μαργο φολ. 61]
3.1
τῶν μὲν γὰρ Ἑλληνικῶν πολιτευμάτων ὅσα πολλάκις μὲν ηὔξηται, πολλάκις δὲ τῆς εἰς τἀναντία μεταβολῆς ὁλοσχερῶς πεῖραν εἴληφε, ῥᾳδίαν εἶναι συμβαίνει καὶ τὴν ὑπὲρ τῶν προγεγονότων ἐξήγησιν καὶ τὴν ὑπὲρ τοῦ μέλλοντος ἀπόφασιν·
3.2
τό τε γὰρ ἐξαγγεῖλαι τὰ γινωσκόμενα ῥᾴδιον, τό τε προειπεῖν ὑπὲρ τοῦ μέλλοντος στοχαζόμενον ἐκ τῶν ἤδη γεγονότων εὐμαρές.
3.3
περὶ δὲ τῆς Ῥωμαίων οὐδʼ ὅλως εὐχερὲς οὔτε περὶ τῶν παρόντων ἐξηγήσασθαι διὰ τὴν ποικιλίαν τῆς πολιτείας, οὔτε περὶ τοῦ μέλλοντος προειπεῖν διὰ τὴν ἄγνοιαν τῶν προγεγονότων περὶ αὐτοὺς ἰδιωμάτων καὶ κοινῇ καὶ κατʼ ἰδίαν.
3.4
διόπερ οὐ τῆς τυχούσης ἐπιστάσεως προσδεῖται καὶ θεωρίας, εἰ μέλλοι τις τὰ διαφέροντα καθαρίως ἐν αὐτῇ συνόψεσθαι.