Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 5

6.4 τῶν δʼ Αἰτωλῶν τοὺς μὲν ἡμίσεις ἔχων Δωρίμαχος ἐπεποίητο τὴν ἔξοδον, καθάπερ εἶπον, τοὺς δʼ ἡμίσεις ἀπολελοίπει, νομίζων ἀξιόχρεων πρὸς τὰ παράδοξα ταύτην τὴν ἐφεδρείαν ὑπάρχειν τῶν τε πόλεων καὶ τῆς χώρας.
6.5 ὁ δὲ βασιλεὺς ἀπολιπὼν φυλακὴν ἱκανὴν τῆς ἀποσκευῆς, τότε μὲν ἀναζεύξας ἐκ τῆς Λιμναίας δείλης καὶ προελθὼν ὡς ἑξήκοντα στάδια κατεστρατοπέδευσε.
6.6 δειπνοποιησάμενος δὲ καὶ βραχὺ διαναπαύσας τὴν δύναμιν αὖθις ὥρμα, καὶ συνεχῶς νυκτοπορήσας ἧκε πρὸς τὸν Ἀχελῷον ποταμὸν ἄρτι τῆς ἡμέρας ἐπιφαινούσης, μεταξὺ Κωνώπης καὶ Στράτου, σπεύδων ἄφνω καὶ παραδόξως ἐπὶ τὸν ἐν τοῖς Θέρμοις τόπον ἐπιβαλεῖν.
7.1 οἱ δὲ περὶ τὸν Λεόντιον κατὰ δύο τρόπους ὁρῶντες τὸν μὲν Φίλιππον καθιξόμενον τῆς προθέσεως, τοὺς δʼ Αἰτωλοὺς ἀδυνατήσοντας τοῖς παροῦσι, καθʼ ἕνα μὲν ᾗ ταχεῖα καὶ παράδοξος ἡ τῶν Μακεδόνων ἐγεγόνει παρουσία,
7.2 καθʼ ἕτερον δʼ ᾗ πρός γε τὸν ἐν τοῖς Θέρμοις τόπον οὐδέποτʼ ἂν ὑπολαβόντες Αἰτωλοὶ τολμῆσαι τὸν Φίλιππον οὕτω προχείρως αὑτὸν δοῦναι διὰ τὰς ὀχυρότητας τῶν τόπων ἔμελλον ἀπρονόητοι καὶ παντελῶς ἀπαράσκευοι ληφθήσεσθαι πρὸς τὸ συμβαῖνον·
7.3 εἰς ἃ βλέποντες, καὶ τηροῦντες τὴν ἑαυτῶν πρόθεσιν, ᾤοντο δεῖν τὸν Φίλιππον περὶ τὸν Ἀχελῷον στρατοπεδεύσαντα προσαναπαῦσαι τὴν δύναμιν ἐκ τῆς νυκτοπορίας, σπουδάζοντες βραχεῖάν γε τοῖς Αἰτωλοῖς ἀναστροφὴν δοῦναι πρὸς τὴν βοήθειαν.
7.4 οἱ δὲ περὶ τὸν Ἄρατον, θεωροῦντες τὸν μὲν καιρὸν ὀξὺν ὄντα τῆς ἐπιβολῆς, τοὺς δὲ περὶ τὸν Λεόντιον προδήλως ἐμποδίζοντας, διεμαρτύροντο τὸν Φίλιππον μὴ παριέναι τὸν καιρὸν μηδὲ καταμέλλειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi