Kitap 5
εἵλετο τῶν ὁμοίων ἐκείνοις ἐπιτηδεύειν. δῆλον γὰρ ἐκ τούτων ὡς εἰκὸς ἦν αὑτῶν μὲν καταγινώσκειν, τὸν δὲ Φίλιππον ἀποδέχεσθαι καὶ θαυμάζειν, ὡς βασιλικῶς καὶ μεγαλοψύχως αὐτοῦ· χρωμένου τῇ τε πρὸς τὸ θεῖον εὐσεβείᾳ καὶ τῇ πρὸς αὐτοὺς ὀργῇ.
καὶ μὴν τό γε νικῆσαι τοὺς πολεμίους καλοκἀγαθίᾳ καὶ τοῖς δικαίοις οὐκ ἐλάττω, μείζω δὲ παρέχεται χρείαν τῶν ἐν τοῖς ὅπλοις κατορθωμάτων.
οἷς μὲν γὰρ διʼ ἀνάγκην, οἷς δὲ κατὰ προαίρεσιν εἴκουσιν οἱ λειφθέντες· καὶ τὰ μὲν μετὰ μεγάλων ἐλαττωμάτων ποιεῖται τὴν διόρθωσιν, τὰ δὲ χωρὶς βλάβης πρὸς τὸ βέλτιον μετατίθησι τοὺς ἁμαρτάνοντας.
τὸ δὲ μέγιστον, ἐν οἷς μὲν τὸ πλεῖστόν ἐστι τῆς πράξεως τῶν ὑποταττομένων, ἐν οἷς δʼ αὐτοτελὴς ἡ νίκη γίνεται τῶν ἡγουμένων.
ἴσως μὲν οὖν οὐκ ἄν τις αὐτῷ Φιλίππῳ τῶν τότε γενομένων πᾶσαν ἐπιφέροι τὴν αἰτίαν διὰ τὴν ἡλικίαν, τὸ πλεῖον δὲ τοῖς συνοῦσι καὶ συμπράττουσι τῶν φίλων, ὧν ἦν Ἄρατος καὶ Δημήτριος ὁ Φάριος.
ὑπὲρ ὧν οὐ δυσχερὲς ἀποφήνασθαι καὶ μὴ παρόντα τότε ποτέρου τὴν τοιαύτην εἰκὸς εἶναι συμβουλίαν.
χωρὶς γὰρ τῆς κατὰ τὸν ὅλον βίον προαιρέσεως, ἐν ᾗ περὶ μὲν Ἄρατον οὐδὲν ἂν εὑρεθείη προπετὲς οὐδʼ ἄκριτον, περὶ δὲ Δημήτριον τἀναντία, καὶ δεῖγμα τῆς προαιρέσεως ἑκατέρων ἐν οἷς συνεβουλεύσαντο Φιλίππῳ παραπλησίως ὁμολογούμενον ἔχομεν·
ὑπὲρ οὗ λαβόντες τὸν οἰκεῖον καιρὸν ποιησόμεθα τὴν ἁρμόζουσαν μνήμην.
ὁ δὲ Φίλιππος — ἀπὸ γὰρ τούτων παρεξέβην — ὅσα δυνατὸν ἦν ἄγειν καὶ φέρειν ἀναλαβὼν ἐκ τοῦ Θέρμου προῆγε, ποιούμενος τὴν αὐτὴν ἐπάνοδον ᾗ καὶ παρεγένετο, προβαλόμενος μὲν τὴν λείαν εἰς τοὔμπροσθεν καὶ τὰ βαρέα τῶν ὅπλων, ἐπὶ δὲ τῆς οὐραγίας ἀπολιπὼν τοὺς Ἀκαρνᾶνας καὶ τοὺς μισθοφόρους,
σπεύδων ὡς τάχιστα διανύσαι τὰς δυσχωρίας διὰ τὸ προσδοκᾶν τοὺς Αἰτωλοὺς ἐξάψεσθαι τῆς οὐραγίας, πιστεύοντας ταῖς ὀχυρότησι τῶν τόπων.
ὃ καὶ συνέβη γενέσθαι παρὰ πόδας. οἱ γὰρ Αἰτωλοὶ προσβεβοηθηκότες καὶ συνηθροισμένοι σχεδὸν εἰς τρισχιλίους, ἕως μὲν ὁ Φίλιππος ἦν ἐπὶ τῶν μετεώρων, οὐκ ἤγγιζον, ἀλλʼ ἔμενον ἔν τισι τόποις ἀδήλοις, Ἀλεξάνδρου τοῦ Τριχωνέως προεστῶτος αὐτῶν· ἅμα δὲ τῷ κινῆσαι τὴν οὐραγίαν ἐπέβαλον εὐθέως εἰς τὸν Θέρμον καὶ προσέκειντο τοῖς ἐσχάτοις.
γινομένης δὲ ταραχῆς περὶ τὴν οὐραγίαν, ἔτι μᾶλλον ἐκθύμως οἱ παρὰ τῶν Αἰτωλῶν ἐπέκειντο καὶ προσέφερον τὰς χεῖρας, πιστεύοντες τοῖς τόποις.
ὁ δὲ Φίλιππος, προειδὼς τὸ μέλλον, ὑπό τινα λόφον ὑπεστάλκει τοὺς Ἰλλυριοὺς ἐν τῇ καταβάσει καὶ τῶν πελταστῶν τοὺς ἐπιτηδειοτάτους.
ὧν διαναστάντων ἐπὶ τοὺς ἐπικειμένους καὶ προπεπτωκότας τῶν ὑπεναντίων, τοὺς μὲν λοιποὺς τῶν Αἰτωλῶν ἀνοδίᾳ καὶ προτροπάδην συνέβη φυγεῖν, ἑκατὸν δὲ καὶ τριάκοντα πεσεῖν, ἁλῶναι δʼ οὐ πολὺ τούτων ἐλάττους.
γενομένου δὲ τοῦ προτερήματος τούτου, ταχέως οἱ περὶ τὴν οὐραγίαν, ἐμπρήσαντες τὸ Πάμφιον καὶ μετʼ ἀσφαλείας διελθόντες τὰ στενά, συνέμιξαν τοῖς Μακεδόσιν·
ὁ γὰρ Φίλιππος ἐστρατοπεδευκὼς περὶ τὴν Μέταπαν ἐνταυθοῖ προσανεδέχετο τοὺς ἀπὸ τῆς οὐραγίας. εἰς δὲ τὴν ὑστεραίαν κατασκάψας τὴν Μέταπαν προῆγε, καὶ παρενέβαλε περὶ τὴν καλουμένην πόλιν Ἄκρας.
τῇ δʼ ἑξῆς ἅμα προάγων ἐπόρθει τὴν χώραν, καὶ καταστρατοπεδεύσας περὶ Κωνώπην ἐπέμεινε τὴν ἐχομένην ἡμέραν.
τῇ δʼ ἐπιούσῃ πάλιν ἀναζεύξας ἐποιεῖτο τὴν πορείαν παρὰ τὸν Ἀχελῷον ἕως ἐπὶ τὸν Στράτον. διαβὰς δὲ τὸν ποταμὸν ἐπέστησε τὴν δύναμιν ἐκτὸς βέλους,
ἀποπειρώμενος τῶν ἔνδον· ἐπυνθάνετο γὰρ εἰς τὸν Στράτον συνδεδραμηκέναι τῶν Αἰτωλῶν πεζοὺς μὲν εἰς τρισχιλίους, ἱππεῖς δὲ περὶ τετρακοσίους, Κρῆτας δʼ εἰς πεντακοσίους.
οὐδενὸς δʼ ἐπεξιέναι τολμῶντος, αὖτις ἀρξάμενος ἐκίνει τοὺς πρώτους, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ τὴν Λιμναίαν καὶ τὰς ναῦς.
ἅμα δὲ τῷ τὴν οὐραγίαν παραλλάξαι τὴν πόλιν τὸ μὲν πρῶτον ὀλίγοι τῶν Αἰτωλικῶν ἱππέων ἐξελθόντες κατεπείραζον τῶν ἐσχάτων·
ἐπεὶ δὲ τό τε τῶν Κρητῶν πλῆθος ἐκ τῆς πόλεως καί τινες τῶν Αἰτωλικῶν συνῆψαν τοῖς αὑτῶν ἱππεῦσι, γινομένης ὁλοσχερεστέρας συμπλοκῆς, ἠναγκάσθησαν ἐκ μεταβολῆς οἱ περὶ τὴν οὐραγίαν κινδυνεύειν.
τὸ μὲν οὖν πρῶτον ἀμφοτέρων ἐφάμιλλος ἦν ὁ κίνδυνος· προσβοηθησάντων δὲ τοῖς παρὰ τοῦ Φιλίππου μισθοφόροις τῶν Ἰλλυριῶν, ἐνέκλιναν καὶ σποράδην ἔφευγον οἱ τῶν Αἰτωλῶν ἱππεῖς καὶ μισθοφόροι.
καὶ τὸ μὲν πολὺ μέρος αὐτῶν ἕως εἰς τὰς πύλας καὶ πρὸς τὰ τείχη συνεδίωξαν οἱ παρὰ τοῦ βασιλέως, κατέβαλον δʼ εἰς ἑκατόν.
ἀπὸ δὲ ταύτης τῆς χρείας λοιπὸν οἱ μὲν ἐκ τῆς πόλεως τὴν ἡσυχίαν ἦγον, οἱ δʼ ἀπὸ τῆς οὐραγίας ἀσφαλῶς συνῆψαν πρὸς τὸ στρατόπεδον καὶ τὰς ναῦς.
ὁ δὲ Φίλιππος καταστρατοπεδεύσας ἐν ὥρᾳ τοῖς θεοῖς ἔθυεν εὐχαριστήρια τῆς γεγενημένης αὐτῷ περὶ τὴν ἐπιβολὴν εὐροίας, ἅμα δὲ καὶ τοὺς ἡγεμόνας ἐκάλει, βουλόμενος ἑστιᾶσαι πάντας.
ἐδόκει γὰρ εἰς τόπους αὑτὸν δεδωκέναι παραβόλους καὶ τοιούτους, εἰς οὓς οὐδεὶς ἐτόλμησε πρότερον στρατοπέδῳ παρεμβαλεῖν.
ὁ δʼ οὐ μόνον ἐνέβαλε μετὰ τῆς δυνάμεως, ἀλλὰ καὶ πᾶν ὃ προέθετο συντελεσάμενος ἀσφαλῶς ἐποιήσατο τὴν ἐπάνοδον. διʼ ἃ περιχαρὴς ὢν οὗτος μὲν ἐγίνετο περὶ τὴν τῶν ἡγεμόνων ὑποδοχήν·
οἱ δὲ περὶ τὸν Μεγαλέαν καὶ Λεόντιον δυσχερῶς ἔφερον τὴν γεγενημένην ἐπιτυχίαν τοῦ βασιλέως, ὡς ἂν διατεταγμένοι μὲν πρὸς τὸν Ἀπελλῆν πάσαις ἐμποδιεῖν ταῖς ἐπιβολαῖς αὐτοῦ, μὴ δυνάμενοι δὲ τοῦτο ποιεῖν,
ἀλλὰ τῶν πραγμάτων αὐτοῖς κατὰ τοὐναντίον προχωρούντων, διεσφαλμένοι προφανῶς. ἀλλʼ ἧκόν γε πρὸς τὸ δεῖπνον.
ἦσαν μὲν οὖν εὐθέως ἐν ὑπονοίᾳ τῷ τε βασιλεῖ καὶ τοῖς ἄλλοις οὐχ ὁμοίως τοῖς λοιποῖς χαίροντες ἐπὶ τοῖς γεγονόσι·
προβαίνοντος δὲ τοῦ πότου, κἄπειτα γενομένης ἀκαιρίας καὶ πολυποσίας, ἀναγκασθέντες συμπεριφέρεσθαι, ταχέως ἐξεθεάτρισαν αὑτούς.
λυθείσης γὰρ τῆς συνουσίας ὑπό τε τῆς μέθης καὶ τῆς ἀλογιστίας ἐλαυνόμενοι, περιῄεσαν ζητοῦντες τὸν Ἄρατον.
συμμίξαντες δὲ κατὰ τὴν ἐπάνοδον αὐτῷ, τὸ μὲν πρῶτον ἐλοιδόρουν, μετὰ δὲ βάλλειν ἐνεχείρησαν τοῖς λίθοις.
προσβοηθούντων δὲ πλειόνων ἀμφοτέροις θόρυβος ἦν καὶ κίνημα κατὰ τὴν παρεμβολήν. ὁ δὲ βασιλεὺς ἀκούων τῆς κραυγῆς, ἐξαπέστειλε τοὺς ἐπιγνωσομένους καὶ διαλύσοντας τὴν ταραχήν.
ὁ μὲν οὖν Ἄρατος, παραγενομένων τούτων, εἰπὼν τὰ γεγονότα καὶ μάρτυρας παρασχόμενος τοὺς συμπαρόντας, ἀπηλλάττετο ταύτης τῆς ἀδι
κίας ἐπὶ τὴν αὑτοῦ σκηνήν, ὁ δὲ Λεόντιος ἀλόγως πως κατὰ τὸν θόρυβον ἀπέρρευσε. τὸν δὲ Μεγαλέαν καὶ Κρίνωνα μεταπεμψάμενος ὁ βασιλεύς, ἐπεὶ συνῆκε τὸ γεγονός, ἐπετίμα πικρῶς.
οἱ δʼ οὐχ οἷον ὑπέμειναν, ἀλλʼ ἐπεμέτρησαν, φάσκοντες οὐδὲ λήξειν τῆς προθέσεως, ἕως ἂν τὸν μισθὸν ἐπιθῶσι τοῖς περὶ τὸν Ἄρατον.
ὁ δὲ βασιλεύς, ὀργισθεὶς ἐπὶ τῷ ῥηθέντι, παραχρῆμα πρὸς εἴκοσι τάλαντα κατεγγυήσας ἐκέλευσεν αὐτοὺς εἰς φυλακὴν ἀπαγα
γεῖν. τῇ δʼ ἐπαύριον ἀνακαλεσάμενος τὸν Ἄρατον παρεκάλει θαρρεῖν, ὅτι ποιήσεται τὴν ἐνδεχομένην ἐπιστροφὴν τοῦ πράγματος.