Kitap 5
ταχὺ δὲ τοῦ τείχους ἐπὶ δύο πλέθρα κρεμασθέντος διὰ τὴν ἐν τοῖς ἔργοις προθυμίαν τῶν Μακεδόνων, ἐγγίσας τοῖς τείχεσιν ὁ βασιλεὺς παρῄνει τοῖς ἐν τῇ πόλει τίθεσθαι πρὸς αὑτὸν τὴν εἰρήνην.
τῶν δὲ παρακουόντων, ἐμβαλὼν πῦρ τοῖς ἐρείσμασιν ὁμοῦ πᾶν τὸ διεστυλωμένον κατέβαλε τεῖχος.
οὗ γενομένου, πρώτους ἐφῆκε τοὺς πελταστὰς τοὺς ὑπὸ Λεόντιον ταττομένους, σπειρηδὸν τάξας καὶ παραγγείλας βιάζεσθαι διὰ τοῦ πτώματος.
οἱ δὲ περὶ τὸν Λεόντιον, τηροῦντες τὰ πρὸς τὸν Ἀπελλῆν συγκείμενα, τρὶς ἑξῆς τοὺς νεανίσκους ὑπερβάντας τὸ πτῶμα διέτρεψαν τοῦ μὴ τελεσιουργῆσαι τὴν κατάληψιν τῆς πόλεως·
καὶ προδιεφθαρκότες μὲν τοὺς ἐπιφανεστάτους τῶν κατὰ μέρος ἡγεμόνων, ἐθελοκακοῦντες δὲ καὶ παρʼ ἕκαστον ἀποδειλιῶντες αὐτοί,
τέλος ἐξέπεσον ἐκ τῆς πόλεως πολλὰς πληγὰς λαβόντες, καίπερ εὐχερῶς δυνάμενοι κρατῆσαι τῶν πολεμίων.
ὁ δὲ βασιλεύς, ὁρῶν ἀποδειλιῶντας μὲν τοὺς ἡγεμόνας, τραυματίας δὲ καὶ πλείους γεγονότας τῶν Μακεδόνων, τῆς μὲν πολιορκίας ἀπέστη, περὶ δὲ τῶν ἑξῆς ἐβουλεύετο μετὰ τῶν φίλων.
κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Λυκοῦργος μὲν εἰς τὴν Μεσσηνίαν ἐξεστρατεύκει, Δωρίμαχος δὲ τοὺς ἡμίσεις ἔχων Αἰτωλῶν εἰς Θετταλίαν ἐπεποίητο τὴν ὁρμήν, ἀμφότεροι πεπεισμένοι τὸν Φίλιππον ἀποσπάσειν τῆς τῶν Παλαιέων πολιορκίας.
ὑπὲρ ὧν ἧκον πρέσβεις πρὸς τὸν βασιλέα παρά τʼ Ἀκαρνάνων καὶ παρὰ Μεσσηνίων, οἱ μὲν παρὰ τῶν Ἀκαρνάνων παρακαλοῦντες αὐτὸν ἐμβαλεῖν εἰς τὴν τῶν Αἰτωλῶν χώραν καὶ τόν τε Δωρίμαχον ἀποστῆσαι τῆς εἰς τὴν Μακεδονίαν ὁρμῆς καὶ τὴν χώραν τῶν Αἰτωλῶν ἐπελθεῖν καὶ πορθῆσαι πᾶσαν ἀδεῶς,
οἱ δὲ παρὰ τῶν Μεσσηνίων δεόμενοι σφίσι βοηθεῖν καὶ διδάσκοντες ὅτι τῶν ἐτησίων ἤδη στάσιν ἐχόντων δυνατόν ἐστι τὴν παρακομιδὴν ἐκ τῆς Κεφαλληνίας εἰς τὴν Μεσσηνίαν ἐν ἡμέρᾳ ποιήσασθαι μιᾷ·
διόπερ οἱ περὶ Γόργον τὸν Μεσσήνιον αἰφνίδιον καὶ πραγματικὴν ἐσομένην συνίστασαν τὴν ἐπὶ τὸν Λυκοῦργον ἐπίθεσιν.
οἱ δὲ περὶ τὸν Λεόντιον, τηροῦντες τὴν αὑτῶν ὑπόθεσιν, συνήργουν τοῖς περὶ τὸν Γόργον ἐκτενῶς, θεωροῦντες ὅτι συμβήσεται τὴν θερείαν εἰς τέλος ἄπρακτον γενέσθαι τῷ Φιλίππῳ. πλεῦσαι μὲν γὰρ εἰς τὴν Μεσσηνίαν ῥᾴδιον ἦν,
ἀναπλεῦσαι δʼ ἐκεῖθεν τῶν ἐτησίων ἐπεχόντων ἀδύνατον·
ἐξ οὗ δῆλον ἦν ὡς ὁ μὲν Φίλιππος ἐν τῇ Μεσσηνίᾳ μετὰ τῆς δυνάμεως συγκλεισθεὶς ἀναγκασθήσεται τὸ λοιπὸν μέρος τοῦ θέρους ἄπρακτος μένειν, οἱ δʼ Αἰτωλοὶ τὴν Θετταλίαν καὶ τὴν Ἤπειρον ἐπιπορευόμενοι κατασύρουσι καὶ πορθοῦσι πᾶσαν ἀδεῶς.
οὗτοι μὲν οὖν λυμεωνευόμενοι ταῦτα καὶ τοιαῦτα συνεβούλευον. οἱ δὲ περὶ τὸν Ἄρατον συμπαρόντες τῆς ἐναντίας προέστασαν γνώμης.
δεῖν γὰρ ἔφασαν εἰς τὴν Αἰτωλίαν ποιεῖσθαι τὸν πλοῦν καὶ τούτων ἔχεσθαι τῶν πραγμάτων· ἐξεστρατευκότων γὰρ τῶν Αἰτωλῶν μετὰ Δωριμάχου κάλλιστον εἶναι καιρὸν ἐπελθεῖν καὶ πορθῆσαι τὴν Αἰτωλίαν. ὁ δὲ βασιλεύς,
τὰ μὲν ἀπιστῶν ἤδη τοῖς περὶ τὸν Λεόντιον ἐκ τῆς περὶ τὴν πολιορκίαν ἐθελοκακήσεως, συναισθανόμενος δὲ καὶ ἐκ τοῦ περὶ τὸν πλοῦν αὐτῶν διαβουλίου τὴν κακοπραγμοσύνην, ἔκρινε χρῆσθαι τοῖς πράγμασι κατὰ τὴν Ἀράτου γνώμην.
διόπερ Ἐπηράτῳ μὲν ἔγραψε τῷ τῶν Ἀχαιῶν στρατηγῷ βοηθεῖν τοῖς Μεσσηνίοις, ἀναλαβόντι τοὺς Ἀχαιούς, αὐτὸς δʼ ἀναχθεὶς ἐκ τῆς Κεφαλληνίας παρῆν δευτεραῖος εἰς Λευκάδα μετὰ τοῦ στόλου νυκτός.
εὐτρεπισάμενος δὲ τὰ περὶ τὸν Διόρυκτον, καὶ ταύτῃ διακομίσας τὰς ναῦς, ἐποιεῖτο τὸν ἀπόπλουν κατὰ τὸν Ἀμβρακικὸν καλούμενον κόλπον.
ὁ δὲ προειρημένος κόλπος ἐπὶ πολὺ προτείνων ἐκ τοῦ Σικελικοῦ πελάγους εἰς τοὺς μεσογαίους ἀνήκει τόπους τῆς Αἰτωλίας, καθάπερ καὶ πρότερον ἡμῖν εἴρηται.
διανύσας δὲ καὶ καθορμισθεὶς βραχὺ πρὸ ἡμέρας πρὸς τῇ καλουμένῃ Λιμναίᾳ, τοῖς μὲν στρατιώταις ἀριστοποιεῖσθαι παρήγγειλε καὶ τὸ πολὺ τῆς ἀποσκευῆς ἀποθεμένους εὐζώνους σφᾶς παρασκευάζειν πρὸς ἀναζυγήν,
αὐτὸς δὲ τοὺς ὁδηγοὺς ἁθροίσας τά τε περὶ τοὺς τόπους καὶ τὰς παρακει
μένας πόλεις ἐπυνθάνετο καὶ διηρεύνα. κατὰ δὲ τὸν καιρὸν τοῦτον ἧκεν ἔχων Ἀριστόφαντος ὁ στρατηγὸς πανδημεὶ τοὺς Ἀκαρνᾶνας· πολλὰ γὰρ καὶ δεινὰ πεπονθότες ἐν τοῖς ἀνώτερον χρόνοις ὑπʼ Αἰτωλῶν ἐκθύμως εἶχον πρὸς τὸ κατὰ πάντα τρόπον ἀμύνασθαι καὶ βλάψαι τοὺς Αἰτωλούς.
διόπερ ἀσμένως ἐπιλαβόμενοι τότε τῆς Μακεδόνων ἐπαρκείας, ἧκον ἐν τοῖς ὅπλοις, οὐ μόνον ὅσοις ὁ νόμος ἐπέταττε στρατεύειν, ἀλλὰ καὶ τῶν πρεσβυτέρων τινές.
οὐκ ἐλάττω δὲ τούτων ὁρμὴν εἶχον Ἠπειρῶται διὰ τὰς παραπλησίους αἰτίας· διὰ δὲ τὸ μέγεθος τῆς χώρας καὶ διὰ τὸ τῆς παρουσίας αἰφνίδιον τῆς τοῦ Φιλίππου καθυστέρουν τῇ συναγωγῇ τῶν καιρῶν.
τῶν δʼ Αἰτωλῶν τοὺς μὲν ἡμίσεις ἔχων Δωρίμαχος ἐπεποίητο τὴν ἔξοδον, καθάπερ εἶπον, τοὺς δʼ ἡμίσεις ἀπολελοίπει, νομίζων ἀξιόχρεων πρὸς τὰ παράδοξα ταύτην τὴν ἐφεδρείαν ὑπάρχειν τῶν τε πόλεων καὶ τῆς χώρας.
ὁ δὲ βασιλεὺς ἀπολιπὼν φυλακὴν ἱκανὴν τῆς ἀποσκευῆς, τότε μὲν ἀναζεύξας ἐκ τῆς Λιμναίας δείλης καὶ προελθὼν ὡς ἑξήκοντα στάδια κατεστρατοπέδευσε.
δειπνοποιησάμενος δὲ καὶ βραχὺ διαναπαύσας τὴν δύναμιν αὖθις ὥρμα, καὶ συνεχῶς νυκτοπορήσας ἧκε πρὸς τὸν Ἀχελῷον ποταμὸν ἄρτι τῆς ἡμέρας ἐπιφαινούσης, μεταξὺ Κωνώπης καὶ Στράτου, σπεύδων ἄφνω καὶ παραδόξως ἐπὶ τὸν ἐν τοῖς Θέρμοις τόπον ἐπιβαλεῖν.
οἱ δὲ περὶ τὸν Λεόντιον κατὰ δύο τρόπους ὁρῶντες τὸν μὲν Φίλιππον καθιξόμενον τῆς προθέσεως, τοὺς δʼ Αἰτωλοὺς ἀδυνατήσοντας τοῖς παροῦσι, καθʼ ἕνα μὲν ᾗ ταχεῖα καὶ παράδοξος ἡ τῶν Μακεδόνων ἐγεγόνει παρουσία,
καθʼ ἕτερον δʼ ᾗ πρός γε τὸν ἐν τοῖς Θέρμοις τόπον οὐδέποτʼ ἂν ὑπολαβόντες Αἰτωλοὶ τολμῆσαι τὸν Φίλιππον οὕτω προχείρως αὑτὸν δοῦναι διὰ τὰς ὀχυρότητας τῶν τόπων ἔμελλον ἀπρονόητοι καὶ παντελῶς ἀπαράσκευοι ληφθήσεσθαι πρὸς τὸ συμβαῖνον·
εἰς ἃ βλέποντες, καὶ τηροῦντες τὴν ἑαυτῶν πρόθεσιν, ᾤοντο δεῖν τὸν Φίλιππον περὶ τὸν Ἀχελῷον στρατοπεδεύσαντα προσαναπαῦσαι τὴν δύναμιν ἐκ τῆς νυκτοπορίας, σπουδάζοντες βραχεῖάν γε τοῖς Αἰτωλοῖς ἀναστροφὴν δοῦναι πρὸς τὴν βοήθειαν.
οἱ δὲ περὶ τὸν Ἄρατον, θεωροῦντες τὸν μὲν καιρὸν ὀξὺν ὄντα τῆς ἐπιβολῆς, τοὺς δὲ περὶ τὸν Λεόντιον προδήλως ἐμποδίζοντας, διεμαρτύροντο τὸν Φίλιππον μὴ παριέναι τὸν καιρὸν μηδὲ καταμέλλειν.
οἷς καὶ πεισθεὶς ὁ βασιλεύς, καὶ προσκόπτων ἤδη τοῖς περὶ τὸν Λεόντιον, ἐποιεῖτο τὴν πορείαν κατὰ τὸ συνεχές.
διαβὰς δὲ τὸν Ἀχελῷον ποταμὸν προῆγε συντόνως ὡς ἐπὶ τὸν Θέρμον· ἅμα δὲ προάγων ἐδῄου καὶ κατέφθειρε τὴν χώραν.
παρῄει δʼ ἐκ μὲν εὐωνύμων ἀπολιπὼν Στράτον, Ἀγρίνιον, Θεστιεῖς, ἐκ δὲ δεξιῶν Κωνώπην, Λυσιμάχειαν, Τριχώνιον, Φύταιον.
ἀφικόμενος δὲ πρὸς πόλιν τὴν καλουμένην Μέταπαν, ἣ κεῖται μὲν ἐπʼ αὐτῆς τῆς Τριχωνίδος λίμνης καὶ τῶν παρὰ ταύτην στενῶν, ἀπέχει δὲ σχεδὸν ἑξήκοντα στάδια τοῦ προσαγορευομένου Θέρμου,
ταύτην μὲν ἐκλιπόντων τῶν Αἰτωλῶν εἰσαγαγὼν πεντακοσίους στρατιώτας κατεῖχε, βουλόμενος ἐφεδρείᾳ χρήσασθαι πρός τε τὴν εἴσοδον καὶ τὴν ἔξοδον τὴν ἐκ τῶν στενῶν —
ἔστι γὰρ πᾶς ὁ παρὰ τὴν λίμνην τόπος ὀρεινὸς καὶ τραχύς, συνηγμένος ταῖς ὕλαις· διὸ καὶ παντελῶς στενὴν καὶ δυσδίοδον ἔχει τὴν πάροδον —
μετὰ δὲ ταῦτα τοὺς μὲν μισθοφόρους προθέμενος πάσης τῆς πορείας, ἐπὶ δὲ τούτοις τοὺς Ἰλλυριούς, ἑξῆς δὲ τοὺς πελταστὰς καὶ φαλαγγίτας ἔχων προῆγε διὰ τῶν στενῶν, ἀπουραγούντων μὲν αὐτῷ τῶν Κρητῶν, δεξιῶν δὲ παρὰ πλάγια τῶν Θρᾳκῶν καὶ ψιλῶν ἀντιπαραπορευομένων ταῖς χώραις.
τὴν μὲν γὰρ ἐκ τῶν εὐωνύμων ἐπιφάνειαν τῆς πορείας ἠσφάλισθʼ ἡ λίμνη σχεδὸν ἐπὶ τριάκοντα στάδια.