Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 4

5.5 τὸ δὲ συνέχον τῆς Αἰτωλικῆς προτροπῆς, ὑπὸ τὴν ὄψιν ἐτίθει τὰς ἐσομένας ὠφελείας ἐκ τῆς τῶν Μεσσηνίων χώρας, οὔσης ἀπρονοήτου καὶ διαμεμενηκυίας ἀκεραίου μόνης τῶν ἐν Πελοποννήσῳ κατὰ τὸν Κλεομενικὸν πόλεμον.
5.6 ἐπὶ δὲ πᾶσι τούτοις συνίστανε τὴν ἐξακολουθήσουσαν εὔνοιαν σφίσι παρὰ τοῦ τῶν Αἰτωλῶν πλήθους.
5.7 Ἀχαιοὺς δʼ, ἂν μὲν κωλύσωσι τὴν δίοδον, οὐκ ἐρεῖν ἐγκλήματα τοῖς ἀμυνομένοις· ἐὰν δʼ ἀγάγωσι τὴν ἡσυχίαν, οὐκ ἐμποδιεῖν αὐτοῖς πρὸς τὴν ἐπιβολήν.
5.8 πρὸς δὲ Μεσσηνίους προφάσεως οὐκ ἀπορήσειν ἔφη· πάλαι γὰρ αὐτοὺς ἀδικεῖν Ἀχαιοῖς καὶ Μακεδόσιν ἐπηγγελμένους κοινωνήσειν τῆς συμμαχίας.
5.9 ταῦτα δʼ εἰπὼν καὶ παραπλήσια τούτοις ἕτερα πρὸς τὴν αὐτὴν ὑπόθεσιν, τοιαύτην ὁρμὴν παρέστησε τῷ Σκόπᾳ καὶ τοῖς τούτου φίλοις ὥστʼ οὔτε κοινὴν τῶν Αἰτωλῶν προσδεξάμενοι σύνοδον οὔτε τοῖς ἀποκλήτοις συμμεταδόντες, οὐδὲ μὴν ἄλλο τῶν καθηκόντων οὐδὲν πράξαντες,
5.10 κατὰ δὲ τὰς αὑτῶν ὁρμὰς καὶ κρίσεις διαλαβόντες ἅμα Μεσσηνίοις, Ἠπειρώταις, Ἀχαιοῖς, Ἀκαρνᾶσι, Μακεδόσι πόλεμον ἐξήνεγκαν.
6.1 καὶ κατὰ μὲν θάλατταν παραχρῆμα πειρατὰς ἐξέπεμψαν, οἳ περιτυχόντες πλοίῳ βασιλικῷ τῶν ἐκ Μακεδονίας περὶ Κύθηρα, τοῦτό τʼ εἰς Αἰτωλίαν καταγαγόντες αὔτανδρον, τούς τε ναυκλήρους καὶ τοὺς ἐπιβάτας, σὺν δὲ τούτοις τὴν ναῦν ἀπέδοντο. τῆς δʼ Ἠπείρου τὴν παραλίαν ἐπόρθουν,
6.2 συγχρώμενοι πρὸς τὴν ἀδικίαν ταῖς τῶν Κεφαλλήνων ναυσίν· ἐπεβάλοντο δὲ καὶ τῆς Ἀκαρνανίας Θύριον καταλαβέσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi