Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 4

70.2 θεραπεύσας δὲ τὴν δύναμιν ἐπὶ δύʼ ἡμέρας ἐνταῦθα, καὶ προσαναλαβὼν Ἄρατον τὸν νεώτερον καὶ τοὺς ἅμα τούτῳ συνηθροισμένους τῶν Ἀχαιῶν, ὥστʼ εἶναι τὴν ὅλην δύναμιν εἰς τοὺς μυρίους, προῆγε διὰ τῆς Κλειτορίας ὡς ἐπὶ Ψωφῖδος, συναθροίζων ἐκ τῶν πόλεων ὧν διεπορεύετο βέλη καὶ κλίμακας.
70.3 ἡ δὲ Ψωφὶς ἔστι μὲν ὁμολογούμενον καὶ παλαιὸν Ἀρκάδων κτίσμα τῆς Ἀζανίδος, κεῖται δὲ τῆς μὲν συμπάσης Πελοποννήσου κατὰ τὴν μεσόγαιον, αὐτῆς δὲ τῆς Ἀρκαδίας ἐπὶ τοῖς πρὸς δυσμὰς πέρασι, συνάπτουσα τοῖς περὶ τὰς ἐσχατιὰς κατοικοῦσι τῶν προσεσπερίων Ἀχαιῶν·
70.4 ἐπίκειται δʼ εὐφυῶς τῇ τῶν Ἠλείων χώρᾳ, μεθʼ ὧν συνέβαινε τότε πολιτεύεσθαι αὐτήν.
70.5 πρὸς ἣν Φίλιππος τριταῖος ἐκ τῶν Καφυῶν διανύσας, κατεστρατοπέδευε περὶ τοὺς ἀπέναντι τῆς πόλεως ὑπερκειμένους βουνούς, ἀφʼ ὧν ἦν κατοπτεύειν τήν τε πόλιν ὅλην ἀσφαλῶς καὶ τοὺς πέριξ αὐτῆς τόπους.
70.6 συνθεωρῶν δὲ τὴν ὀχυρότητα τῆς Ψωφῖδος ὁ βασιλεὺς ἠπορεῖτο τί χρὴ ποιεῖν.
70.7 τὴν γὰρ ἀφʼ ἑσπέρας πλευρὰν αὐτῆς καταφέρεται λάβρος χειμάρρους ποταμός, ὃς κατὰ τὸ πλεῖστον μέρος τοῦ χειμῶνος ἄβατός ἐστι, ποιεῖ δὲ καὶ τὸ παράπαν ἐχυρὰν καὶ δυσπρόσοδον τὴν πόλιν διὰ τὸ μέγεθος τοῦ κοιλώματος, ὃ κατὰ βραχὺ τῷ χρόνῳ κατείργασται φερόμενος ἐξ ὑπερδεξίων τόπων.
70.8 παρὰ δὲ τὴν ἀπʼ ἠοῦς πλευρὰν ἔχει τὸν Ἐρύμανθον, μέγαν καὶ λάβρον ποταμόν, ὑπὲρ οὗ πολὺς καὶ ὑπὸ πολλῶν τεθρύληται λόγος.
70.9 τοῦ δὲ χειμάρρου προσπίπτοντος πρὸς τὸν Ἐρύμανθον ὑπὸ τὸ πρὸς μεσημβρίαν μέρος τῆς πόλεως, συμβαίνει τὰς μὲν τρεῖς ἐπιφανείας αὐτῆς ὑπὸ τῶν ποταμῶν περιλαμβανομένας ἀσφαλίζεσθαι τὸν προειρημένον τρόπον·
70.10 τῇ δὲ λοιπῇ, τῇ πρὸς ἄρκτον, βουνὸς ἐρυμνὸς ἐπίκειται τετειχισμένος, ἄκρας εὐφυοῦς καὶ πραγματικῆς λαμβάνων τάξιν. ἔχει δὲ καὶ τείχη διαφέροντα τῷ μεγέθει καὶ ταῖς κατασκευαῖς.
70.11 πρὸς δὲ τούτοις βοήθειαν συνέβαινε παρὰ τῶν Ἠλείων εἰσπεπτωκέναι, καὶ τὸν Εὐριπίδαν ἐκ τῆς φυγῆς διασεσωσμένον ὑπάρχειν ἐν αὐτῇ.
71.1 ταῦτʼ οὖν πάντα συνορῶν καὶ συλλογιζόμενος ὁ Φίλιππος τὰ μὲν ἀφίστατο τοῖς λογισμοῖς τοῦ βιάζεσθαι καὶ πολιορκεῖν τὴν πόλιν, τὰ δὲ προθύμως εἶχε, τὴν εὐκαιρίαν ὁρῶν τοῦ τόπου·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi