Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 4

35.3 ἐν τούτῳ τῷ καιρῷ τῶν πομπευόντων ἐν τοῖς ὅπλοις τινὲς νεανίσκων ἄφνω προσπεσόντες θύουσι τοῖς ἐφόροις ἀπέσφαξαν αὐτούς. καίτοι πᾶσι τοῖς καταφυγοῦσι τὴν ἀσφάλειαν παρεσκεύαζε τὸ ἱερόν, κἂν θανάτου τις ᾖ κατακεκριμένος·
35.4 τότε δὲ διὰ τὴν ὠμότητα τῶν τολμώντων εἰς τοῦτʼ ἦλθε καταφρονήσεως ὥστε περὶ τὸν βωμὸν καὶ τὴν τράπεζαν τῆς θεοῦ κατασφαγῆναι τοὺς ἐφόρους ἅπαντας.
35.5 ἑξῆς δὲ τούτου τἀκόλουθον τῇ προθέσει ποιοῦντες ἀνεῖλον μὲν τοὺς περὶ Γυρίδαν τῶν γερόντων, ἐφυγάδευσαν δὲ τοὺς ἀντειπόντας τοῖς Αἰτωλοῖς, εἵλοντο δʼ ἐξ αὑτῶν ἐφόρους, συνέθεντο δὲ πρὸς τοὺς Αἰτωλοὺς τὴν συμμαχίαν.
35.6 ἐποίουν δὲ ταῦτα, καὶ τήν τε πρὸς Ἀχαιοὺς ἀπέχθειαν καὶ τὴν πρὸς Μακεδόνας ἀχαριστίαν καὶ καθόλου τὴν πρὸς πάντας ἀλογίαν ὑπέμενον — οὐχ ἥκιστα δὲ διὰ Κλεομένη καὶ τὴν πρὸς ἐκεῖνον εὔνοιαν — ἐπελπίζοντες ἀεὶ καὶ προσδοκίαν ἔχοντες τῆς ἐκείνου παρουσίας ἅμα καὶ σωτηρίας.
35.7 οὕτως οἱ δυνάμενοι τῶν ἀνθρώπων ἐπιδεξίως ὁμιλεῖν τοῖς συμπεριφερομένοις οὐ μόνον παρόντες, ἀλλὰ καὶ μακρὰν ἀφεστῶτες ἐγκαταλείπουσί τινα καὶ λίαν ἰσχυρὰ τῆς πρὸς αὑτοὺς εὐνοίας αἰθύγματα.
35.8 οἵ γε χωρὶς τῶν ἄλλων καὶ τότε, πολιτευόμενοι κατὰ τὰ πάτρια σχεδὸν ἤδη τρεῖς ἐνιαυτοὺς μετὰ τὴν Κλεομένους ἔκπτωσιν, οὐδʼ ἐπενόησαν οὐδέποτε βασιλεῖς καταστῆσαι τῆς Σπάρτης·
35.9 ἅμα δὲ τῷ τὴν φήμην ἀφικέσθαι περὶ τῆς Κλεομένους τελευτῆς εὐθέως ὥρμησαν ἐπὶ τὸ βασιλεῖς καθιστάναι τά τε πλήθη καὶ τὸ τῶν ἐφόρων ἀρχεῖον.
35.10 καὶ κατέστησαν οἱ κοινωνοῦντες ἔφοροι τῆς αἱρέσεως τοῖς στασιώταις, οἱ καὶ τὴν πρὸς Αἰτωλοὺς συνθέμενοι συμμαχίαν, ὑπὲρ ὧν τὸν ἄρτι λόγον ἐποιησάμην, τὸν μὲν ἕνα νομίμως καὶ καθηκόντως, Ἀγησίπολιν, ὄντα μὲν παῖδα τὴν ἡλικίαν, υἱὸν δʼ Ἀγησιπόλιδος τοῦ Κλεομβρότου·
35.11 τὸν δὲ συνέβαινε βεβασιλευκέναι καθʼ οὓς καιροὺς ἐξέπεσε Λεωνίδης ἐκ τῆς ἀρχῆς, διὰ τὸ κατὰ γένος ὑπάρχειν ἔγγιστα τῆς οἰκίας ταύτης.
35.12 ἐπίτροπον δὲ τοῦ παιδὸς εἵλοντο Κλεομένη, Κλεομβρότου μὲν υἱόν, Ἀγησιπόλιδος δʼ ἀδελφόν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi