Kitap 4
τὴν γὰρ ἀφʼ ἑσπέρας πλευρὰν αὐτῆς καταφέρεται λάβρος χειμάρρους ποταμός, ὃς κατὰ τὸ πλεῖστον μέρος τοῦ χειμῶνος ἄβατός ἐστι, ποιεῖ δὲ καὶ τὸ παράπαν ἐχυρὰν καὶ δυσπρόσοδον τὴν πόλιν διὰ τὸ μέγεθος τοῦ κοιλώματος, ὃ κατὰ βραχὺ τῷ χρόνῳ κατείργασται φερόμενος ἐξ ὑπερδεξίων τόπων.
παρὰ δὲ τὴν ἀπʼ ἠοῦς πλευρὰν ἔχει τὸν Ἐρύμανθον, μέγαν καὶ λάβρον ποταμόν, ὑπὲρ οὗ πολὺς καὶ ὑπὸ πολλῶν τεθρύληται λόγος.
τοῦ δὲ χειμάρρου προσπίπτοντος πρὸς τὸν Ἐρύμανθον ὑπὸ τὸ πρὸς μεσημβρίαν μέρος τῆς πόλεως, συμβαίνει τὰς μὲν τρεῖς ἐπιφανείας αὐτῆς ὑπὸ τῶν ποταμῶν περιλαμβανομένας ἀσφαλίζεσθαι τὸν προειρημένον τρόπον·
τῇ δὲ λοιπῇ, τῇ πρὸς ἄρκτον, βουνὸς ἐρυμνὸς ἐπίκειται τετειχισμένος, ἄκρας εὐφυοῦς καὶ πραγματικῆς λαμβάνων τάξιν. ἔχει δὲ καὶ τείχη διαφέροντα τῷ μεγέθει καὶ ταῖς κατασκευαῖς.
πρὸς δὲ τούτοις βοήθειαν συνέβαινε παρὰ τῶν Ἠλείων εἰσπεπτωκέναι, καὶ τὸν Εὐριπίδαν ἐκ τῆς φυγῆς διασεσωσμένον ὑπάρχειν ἐν αὐτῇ.
ταῦτʼ οὖν πάντα συνορῶν καὶ συλλογιζόμενος ὁ Φίλιππος τὰ μὲν ἀφίστατο τοῖς λογισμοῖς τοῦ βιάζεσθαι καὶ πολιορκεῖν τὴν πόλιν, τὰ δὲ προθύμως εἶχε, τὴν εὐκαιρίαν ὁρῶν τοῦ τόπου·
καθʼ ὅσον γὰρ ἐπέκειτο τοῖς Ἀχαιοῖς τότε καὶ τοῖς Ἀρκάσι καὶ πολεμητήριον ὑπῆρχε τοῖς Ἠλείοις ἀσφαλές, κατὰ τοσοῦτον πάλιν κρατηθὲν ἔμελλε τῶν μὲν Ἀρκάδων προκεῖσθαι, κατὰ δὲ τῶν Ἠλείων ὁρμητήριον ὑπάρξειν τοῖς συμμάχοις εὔκαιρον.
διόπερ ἐπὶ τοῦτο τὸ μέρος ὁρμήσας τῇ γνώμῃ παρήγγελλε τοῖς Μακεδόσιν ἅμα τῷ φωτὶ πᾶσιν ἀριστοποιεῖσθαι καὶ διεσκευασμένους ἑτοίμους ὑπάρχειν.
μετὰ δὲ ταῦτα διαβὰς τὴν κατὰ τὸν Ἐρύμανθον γέφυραν, οὐδενὸς ἐμποδὼν στάντος διὰ τὸ παράδοξον τῆς ἐπιβολῆς, ἧκε πρὸς αὐτὴν τὴν πόλιν ἐνεργῶς καὶ καταπληκτικῶς.
οἱ δὲ περὶ τὸν Εὐριπίδαν καὶ πάντες οἱ κατὰ τὴν πόλιν διηπόρουν ἐπὶ τοῖς συμβαίνουσι τῷ πεπεῖσθαι μήτʼ ἂν ἐξ ἐφόδου τολμῆσαι τοὺς πολεμίους προσβαλεῖν καὶ βιάζεσθαι πρὸς οὕτως ὀχυρὰν πόλιν μήτε χρόνιον ἂν συστήσασθαι πολιορκίαν διὰ τὴν τοῦ καιροῦ περίστασιν.
ἅμα δὲ ταῦτα λογιζόμενοι διηπίστουν ἀλλήλοις, δεδιότες μὴ πρᾶξιν ὁ Φίλιππος εἴη διὰ τῶν ἔνδον συνεσταμένος κατὰ τῆς πόλεως. ἐπεὶ δʼ οὐδὲν ἑώρων τοιοῦτον ἐξ αὑτῶν γινόμενον,
ὥρμησαν οἱ μὲν πλείους ἐπὶ τὰ τείχη βοηθήσοντες, οἱ δὲ μισθοφόροι τῶν Ἠλείων κατά τινα πύλην ὑπερδέξιον ἐξῆλθον ὡς ἐπιθησόμενοι τοῖς πολεμίοις.
ὁ δὲ βασιλεὺς διατάξας κατὰ τρεῖς τόπους τοὺς προσοίσοντας τῷ τείχει τὰς κλίμακας, καὶ τούτοις ὁμοίως μερίσας τοὺς ἄλλους Μακεδόνας, μετὰ ταῦτα διὰ τῶν σαλπιγκτῶν ἀποδοὺς ἑκάστοις τὸ σύνθημα πανταχόθεν ἅμα τὴν προσβολὴν ἐποιεῖτο τοῖς τείχεσι.
τὸ μὲν οὖν πρῶτον ἠμύνοντο γενναίως οἱ κατέχοντες τὴν πόλιν, καὶ πολλοὺς ἀπὸ τῶν κλιμάκων ἀπέρριπτον·
ἐπεὶ δʼ ἥ τε χορηγία τῶν βελῶν καὶ τῶν ἄλλων τῶν πρὸς τὴν χρείαν ἐπιτηδείων ἐνέλειπεν, ὡς ἂν ἐκ τοῦ καιροῦ τῆς παρασκευῆς γεγενημένης, οἵ τε Μακεδόνες οὐ κατεπλήττοντο τὸ γινόμενον, ἀλλʼ ἐπὶ τὴν τοῦ ῥιφέντος ἀπὸ τῶν κλιμάκων χώραν ὁ κατόπιν ἀμελλήτως ἐπέβαινε,
τέλος οἱ μὲν ἐκ τῆς πόλεως τραπέντες ἔφευγον πάντες πρὸς τὴν ἀκρόπολιν, τῶν δὲ παρὰ τοῦ βασιλέως οἱ μὲν Μακεδόνες ἐπέβησαν τοῦ τείχους, οἱ δὲ Κρῆτες πρὸς τοὺς κατὰ τὴν ὑπερδέξιον πύλην ἐπεξελθόντας τῶν μισθοφόρων συμμίξαντες ἠνάγκασαν αὐτοὺς οὐδενὶ κόσμῳ ῥίψαντας τὰ ὅπλα φεύγειν.
οἷς ἐπικείμενοι καὶ προσφέροντες τὰς χεῖρας συνεισέπεσον διὰ τῆς πύλης· ἐξ οὗ συνέβη πανταχόθεν ἅμα καταληφθῆναι τὴν πόλιν.
οἱ μὲν οὖν Ψωφίδιοι μετὰ τέκνων καὶ γυναικῶν ἀπεχώρησαν εἰς τὴν ἄκραν, ἅμα δὲ τούτοις οἱ περὶ τὸν Εὐριπίδαν, ὁμοίως δὲ καὶ τὸ λοιπὸν πλῆθος τῶν διασῳζομένων·
οἱ δὲ Μακεδόνες εἰσπεσόντες τὴν μὲν ἐνδομενίαν ἅπασαν ἐκ τῶν οἰκιῶν παραχρῆμα διήρπασαν, μετὰ δὲ ταῦτα ταῖς οἰκίαις ἐπισκηνώσαντες κατεῖχον τὴν πόλιν.
οἱ δὲ συμπεφευγότες εἰς τὴν ἀκρόπολιν, οὐδεμιᾶς σφίσι παρασκευῆς ὑπαρχούσης, προορώμενοι τὸ μέλλον ἔγνωσαν ἐγχειρίζειν σφᾶς αὐτοὺς τῷ Φιλίππῳ.
πέμψαντες οὖν κήρυκα πρὸς τὸν βασιλέα, καὶ λαβόντες συγχώρημα περὶ πρεσβείας, ἐξαπέστειλαν τοὺς ἄρχοντας καὶ μετὰ τούτων Εὐριπίδαν· οἳ καὶ ποιησάμενοι σπονδὰς ἔλαβον τὴν ἀσφάλειαν τοῖς συμπεφευγόσιν ὁμοῦ ξένοις καὶ πολίταις.
οὗτοι μὲν οὖν αὖτις ἐπανῆλθον ὅθεν ὥρμησαν, ἔχοντες παράγγελμα μένειν κατὰ χώραν, ἕως ἂν ἡ δύναμις ἀναζεύξῃ, μή τινες ἀπειθήσαντες τῶν στρατιωτῶν διαρπάσωσιν αὐτούς·
ὁ δὲ βασιλεὺς ἐπιγενομένης χιόνος ἠναγκάσθη μένειν ἐπὶ τόπου τινὰς ἡμέρας. ἐν αἷς συναγαγὼν τοὺς παρόντας τῶν Ἀχαιῶν πρῶτον μὲν τὴν ὀχυρότητα καὶ τὴν εὐκαιρίαν ἐπεδείκνυε τῆς πόλεως πρὸς τὸν ἐνεστῶτα πόλεμον,
ἀπελογίσατο δὲ καὶ τὴν αἵρεσιν καὶ τὴν εὔνοιαν, ἣν ἔχοι πρὸς τὸ ἔθνος, ἐπὶ δὲ πᾶσιν ἔφη καὶ νῦν παραχωρεῖν καὶ διδόναι τοῖς Ἀχαιοῖς τὴν πόλιν· προκεῖσθαι γὰρ αὐτῷ τὰ δυνατὰ χαρίζεσθαι καὶ μηθὲν ἐλλείπειν προθυμίας.
ἐφʼ οἷς εὐχαριστούντων αὐτῷ τῶν τε περὶ τὸν Ἄρατον καὶ τῶν πολλῶν, διαλύσας τὴν ἐκκλησίαν ὁ μὲν Φίλιππος μετὰ τῆς δυνάμεως ἀναζεύξας ἐπὶ Λασιῶνος ἐποιεῖτο τὴν πορείαν,
οἱ δὲ Ψωφίδιοι καταβάντες ἐκ τῆς ἄκρας ἐκομίσαντο τὴν πόλιν καὶ τὰς οἰκήσεις ἕκαστοι τὰς αὑτῶν, οἱ δὲ περὶ τὸν Εὐριπίδαν ἀπῆλθον εἰς τὸν Κόρινθον κἀκεῖθεν εἰς Αἰτωλίαν.
τῶν δʼ Ἀχαϊκῶν ἀρχόντων οἱ παρόντες ἐπὶ μὲν τὴν ἄκραν ἐπέστησαν μετὰ φυλακῆς ἱκανῆς Πρόσλαον Σικυώνιον, ἐπὶ δὲ τὴν πόλιν Πυθίαν Πελληνέα.
καὶ τὰ μὲν περὶ Ψωφῖδα τοῦτον ἐπετελέσθη
τὸν τρόπον. οἱ δὲ παραφυλάττοντες τὸν Λασιῶνα τῶν Ἠλείων, συνέντες τὴν παρουσίαν τῶν Μακεδόνων, πεπυσμένοι δὲ καὶ τὰ γεγονότα περὶ τὴν Ψωφῖδα, παραχρῆμα τὴν πόλιν ἐξέλιπον.
ὁ δὲ βασιλεὺς ὡς θᾶττον ἧκε, ταύτην μὲν ἐξ ἐφόδου παρέλαβε, συναύξων δὲ τὴν πρόθεσιν, ἣν εἶχε πρὸς τὸ ἔθνος, παρέδωκε καὶ τὸν Λασιῶνα τοῖς Ἀχαιοῖς. ὁμοίως δὲ καὶ τὴν Στράτον ἐκλιπόντων τῶν Ἠλείων ἀποκατέστησε τοῖς Τελφουσίοις.
ταῦτα δὲ διαπραξάμενος ἧκε πεμπταῖος εἰς Ὀλυμπίαν. θύσας δὲ τῷ θεῷ καὶ τοὺς ἡγεμόνας ἑστιάσας, ἅμα δὲ καὶ τὴν λοιπὴν προσαναπαύσας δύναμιν ἐπὶ τρεῖς ἡμέρας, μετὰ ταῦτα πάλιν ἀνέζευξε.
καὶ προελθὼν εἰς τὴν Ἠλείαν τὰς μὲν προνομὰς ἐπαφῆκε κατὰ τῆς χώρας, αὐτὸς δὲ κατεστρατοπέδευσε περὶ τὸ καλούμενον Ἀρτεμίσιον.
προσδεξάμενος δʼ ἐνταῦθα τὴν λείαν μετέβη πάλιν ἐπὶ τὸ Διοσκούριον. δῃουμένης δὲ τῆς χώρας, πολὺ μὲν ἦν τὸ τῶν ἁλισκομένων πλῆθος, ἔτι δὲ πλέον τὸ συμφεῦγον εἰς τὰς παρακειμένας κώμας καὶ τοὺς ἐρυμνοὺς τῶν τόπων.
συμβαίνει γὰρ τὴν τῶν Ἠλείων χώραν διαφερόντως οἰκεῖσθαι καὶ γέμειν σωμάτων καὶ κατασκευῆς παρὰ τὴν ἄλλην Πελοπόννησον.
ἔνιοι γὰρ αὐτῶν οὕτως στέργουσι τὸν ἐπὶ τῶν ἀγρῶν βίον ὥστε τινὰς ἐπὶ δύο καὶ τρεῖς γενεάς, ἔχοντας ἱκανὰς οὐσίας, μὴ παραβεβληκέναι τὸ παράπαν εἰς ἁλίαν.
τοῦτο δὲ γίνεται διὰ τὸ μεγάλην ποιεῖσθαι σπουδὴν καὶ πρόνοιαν τοὺς πολιτευομένους τῶν ἐπὶ τῆς χώρας κατοικούντων, ἵνα τό τε δίκαιον αὐτοῖς ἐπὶ τόπου διεξάγηται καὶ τῶν πρὸς βιωτικὰς χρείας μηδὲν ἐλλείπῃ.
δοκοῦσι δέ μοι πάντα ταῦτα καὶ διὰ τὸ πλῆθος μὲν τῆς χώρας τὸ παλαιὸν ἐπινοῆσαι καὶ νομοθετῆσαι, τὸ δὲ πλεῖστον διὰ τὸν ὑπάρχοντά ποτε παρʼ αὐτοῖς ἱερὸν βίον,
ὅτε λαβόντες παρὰ τῶν Ἑλλήνων συγχώρημα διὰ τὸν ἀγῶνα τῶν Ὀλυμπίων ἱερὰν καὶ ἀπόρθητον ᾤκουν τὴν Ἠλείαν, ἄπειροι παντὸς ὄντες
δεινοῦ καὶ πάσης πολεμικῆς περιστάσεως. μετὰ δὲ ταῦτα διὰ τὴν Ἀρκάδων ἀμφισβήτησιν περὶ Λασιῶνος καὶ τῆς Πισάτιδος πάσης ἀναγκασθέντες ἐπαμύνειν τῇ χώρᾳ καὶ μεταλαβεῖν τὰς ἀγωγὰς τῶν βίων,
οὐκέτι περὶ τοῦ πάλιν ἀνακτήσασθαι παρὰ τῶν Ἑλλήνων τὴν παλαιὰν καὶ πάτριον ἀσυλίαν οὐδὲ τὴν τυχοῦσαν ἐπιμέλειαν ἔσχον, ἀλλʼ ἔμειναν ἐπὶ τῶν αὐτῶν, οὐκ ὀρθῶς κατά γε τὴν ἐμὴν γνώμην περὶ τοῦ μέλλοντος ποιούμενοι πρόνοιαν.