Kitap 39
7.7
κατὰ μέντοι γε τὰς ἐπιτυχίας καὶ κατορθώσεις ἐξελύετο τῇ ψυχῇ, καί τις οἷον ἀσωτία καὶ ῥᾳθυμία περὶ αὐτὸν Αἰγυπτιακὴ συνέβαινεν· καὶ κατὰ τὰς τοιαύτας διαθέσεις εἰς περιπετείας ἐνέπιπτεν.
8.1
ὅτι ὁ Πολύβιός φησι κατὰ τὸ τέλος τῆς συγγραφῆς· ταῦτα μὲν οὖν ἡμεῖς καταπράξαντες ἐκ τῆς Ῥώμης ἐπανήλθομεν, ὡσανεὶ κεφάλαιά τινα τῶν προπεπολιτευμένων κατειργασμένοι, χάριν ἀξίαν τῆς πρὸς Ῥωμαίους εὐνοίας.
8.2
διὸ καὶ πᾶσι τοῖς θεοῖς εὐχὰς ποιούμεθα τὸ λοιπὸν μέρος τῆς ζωῆς ἐν τούτοις καὶ ἐπὶ τούτων διαμεῖναι, θεωροῦντες τὴν τύχην ὡς ἔστιν ἀγαθὴ φθονῆσαι τοῖς ἀνθρώποις καὶ μάλιστα κατὰ τοῦτο τὸ μέρος ἰσχύει καθʼ ὅ τις ἂν δοκῇ μάλιστα μακαρίζεσθαι καὶ κατορθοῦν ἐν τῷ βίῳ.
8.2
καὶ ταῦτα μὲν οὕτω γενέσθαι συνέπεσεν·
8.3
ἡμεῖς δὲ παραγεγονότες ἐπὶ τὸ τέρμα τῆς ὅλης πραγματείας βουλόμεθα, προσαναμνήσαντες τῆς ἀρχῆς καὶ τῆς προεκθέσεως ἧς ἐποιησάμεθα καταβαλόμενοι τὴν ἱστορίαν, συγκεφαλαιώσασθαι τὴν ὅλην ὑπόθεσιν, οἰκειώσαντες τὴν ἀρχὴν τῷ τέλει καὶ καθόλου καὶ κατὰ μέρος.
8.4
ἐξεθέμεθα τοιγαροῦν ἐν ἀρχαῖς ὅτι τῆς μὲν προκατασκευῆς ποιησόμεθα τὴν ἀρχὴν ἀφʼ ὧν Τίμαιος ἀπέλιπεν·