Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 38

 
ὁ δὲ Κόιντος ὁ Καικίλιος ἐν τῇ Μακεδονίᾳ τάδε πυνθανόμενος καὶ τὴν ἐν Πελοποννήσῳ γενομένην ἀκρισίαν καὶ ταραχὴν ἐξέπεμψε πρεσβευτὰς Γνάιον Παπείριον καὶ τὸν νεώτερον Ποπίλιον Λαινᾶτον, σὺν δὲ τούτοις Αὖλον Γαβίνιον καὶ Γάιον Φάννιον·
 
οἳ καὶ συνηγμένων τῶν Ἀχαιῶν εἰς Κόρινθον, κατὰ τύχην ἐλθόντες εἰς τοῦτον τὸν καιρὸν καὶ παραχθέντες εἰς τὰ πλήθη διετίθεντο πολλοὺς οὗτοι καὶ φιλανθρώπους λόγους παραπλησίους τοῖς περὶ τὸν Σέξτον,
 
πᾶσαν ἐνδεικνύμενοι φιλοτιμίαν χάριν τοῦ μὴ προβῆναι τοὺς Ἀχαιοὺς εἰς ὁλοσχερεστέραν ἀπέχθειαν πρὸς Ῥωμαίους μήτʼ ἐκ τῆς πρὸς Λακεδαιμονίους προφάσεως μήτε διὰ τῆς πρὸς αὐτοὺς ἐκείνους ἀλλοτριότητος.
 
ὧν οἱ μὲν πολλοὶ διακούοντες οὐδαμῶς ἀνείχοντο, χλευάζοντες δὲ τοὺς πρέσβεις μετὰ θορύβου καὶ κραυγῆς ἐξέβαλον.
 
καὶ γὰρ συνηθροίσθη πλῆθος ἐργαστηριακῶν καὶ βαναύσων ἀνθρώπων ὅσον οὐδέποτε· πᾶσαι μὲν γὰρ ἐκορύζων αἱ πόλεις, πανδημεὶ δὲ καὶ μάλιστά πως ἡ τῶν Κορινθίων.
 
ὀλίγοις δέ τισι καὶ λίαν ἤρεσκε τὰ λεγόμενα διὰ τῶν πρεσβευτῶν.
 
ὁ δὲ Κριτόλαος, ὥσπερ κατʼ εὐχὴν ὑποθέσεως ἐπειλημμένος καὶ θεάτρου συνενθουσιῶντος καὶ παρεστηκότος ταῖς διανοίαις, κατανίστατο μὲν τῶν ἀρχόντων, διέσυρε δὲ τοὺς ἀντιπολιτευομένους, ἐνεπαρρησιάζετο δὲ τοῖς τῶν Ῥωμαίων πρεσβευταῖς,
 
φάσκων βούλεσθαι μὲν Ῥωμαίων φίλος ὑπάρχειν, δεσπότας δʼ οὐκ ἂν εὐδοκῆσαι κτησάμενος. καθόλου δὲ παρῄνει,
 
λέγων ὡς, ἐὰν μὲν ἄνδρες ὦσιν, οὐκ ἀπορήσουσι συμμάχων, ἐὰν δʼ ἀνδρόγυνοι, κυρίων.
 
καὶ πολλὰ δή τινα πρὸς ταύτην τὴν ὑπόθεσιν ἐμπορεύων καὶ μεθοδευόμενος ἐκίνει καὶ παρώξυνε τοὺς ὄχλους.
 
ἐποίει δʼ ἐμφάσεις καὶ περὶ τοῦ μὴ τυχόντως χρῆσθαι ταῖς ἐπιβολαῖς, ἀλλὰ καὶ τῶν βασιλέων τινὰς καὶ τῶν πολιτευμάτων ἔνια κοινωνεῖν αὐτῷ τῆς
 
προθέσεως. τῶν δὲ τῆς γερουσίας βουλομένων ἐπιλαμβάνεσθαι καὶ κωλύειν αὐτὸν τῶν τοιούτων λόγων, περισπασάμενος τοὺς στρατιώτας κατανίστατο, κελεύων προσελθεῖν, ἐγγίσαι, τολμῆσαί τινα μόνον ἅψασθαι τῆς χλαμύδος.
 
καθόλου δʼ ἔφη πολὺν ἤδη χρόνον παρακατεσχηκὼς αὑτὸν οὐκέτι δύνασθαι καρτερεῖν, ἀλλʼ ἐρεῖν τὸ φαινόμενον.
 
δεῖν γὰρ οὐ Λακεδαιμονίους οὐδὲ Ῥωμαίους ἀγωνιᾶν οὕτως ὡς τοὺς ἐξ αὐτῶν συνεργοῦντας τοῖς ἐχθροῖς· εἶναι γάρ τινας τοὺς πλεῖον Ῥωμαίοις εὐνοοῦντας καὶ Λακεδαιμονίοις ἢ τοῖς σφετέροις πράγμασιν.
 
καὶ τούτων πίστιν ἔφερεν· ἔφη γὰρ Εὐαγόραν τὸν Αἰγιέα καὶ τὸν Τριταιέα Στρατίον πάντα τὰ λεγόμενα διʼ ἀπορρήτων ἐν ταῖς συναρχίαις διασαφεῖν τοῖς περὶ τὸν Γνάιον.
 
τοῦ δὲ Στρατίου συμμεμιχέναι μὲν τοῖς ἀνθρώποις ὁμολογοῦντος καὶ μετὰ ταῦτα συμμίξειν φάσκοντος φίλοις οὖσι καὶ συμμάχοις, ἀνηγγελκέναι δʼ ὁρκιζομένου μηδὲν τῶν ἐν ταῖς συναρχίαις εἰρημένων, ὀλίγοι μέν τινες ἐπίστευον, οἱ δὲ πλείους προσεδέχοντο τὰς διαβολάς.
 
ὁ δὲ Κριτόλαος παροξύνας τοὺς ὄχλους διὰ τῆς τούτων κατηγορίας ἔπεισε τοὺς Ἀχαιοὺς πάλιν ψηφίσασθαι λόγῳ μὲν τὸν πρὸς Λακεδαιμονίους πόλεμον, ἔργῳ δὲ τὸν πρὸς Ῥωμαίους·
 
καὶ προσεπεμέτρησεν ἕτερον ψήφισμα παράνομον, ὥστε κυρίους εἶναι τοὺς ἀνθρώπους οὓς [ἂν] ἐπὶ στρατηγίαν αἱρήσονται· διʼ οὗ τρόπου τινὰ μοναρχικὴν ἀνέλαβεν ἐξουσίαν.
 
οὗτος μὲν οὖν ταῦτα διοικησάμενος ἐγίνετο περὶ τὸ πραγματοκοπεῖν καὶ Ῥωμαίοις ἐπιβάλλειν τὰς χεῖρας, οὐδενὶ λόγῳ τοῦτο πράττων, ἀλλὰ πάντων ἀσεβεστάτοις καὶ παρανομωτάτοις ἐπιβαλλόμενος·
 
τῶν δὲ πρέσβεων ὁ μὲν Γνάιος εἰς Ἀθήνας ἀπῆρεν κἀκεῖθεν εἰς Λακεδαίμονα προσεδρεύσων τοῖς καιροῖς, ὁ δʼ Αὖλος εἰς Ναύπακτον, οἱ δὲ δύο μέχρι τῆς τοῦ Καικιλίου παρουσίας ἔμειναν ἐν ταῖς Ἀθήναις. καὶ τὰ μὲν κατὰ τὴν Πελοπόννησον ἐν τούτοις ἦν. —
 
ὅτι Πυθέας ἦν μὲν ἀδελφὸς Ἀκαστίδου τοῦ σταδιέως, υἱὸς δὲ Κλεομνάστου, κακῶς δὲ βεβιωκὼς καὶ δοκῶν ἑαυτῷ παρακεχρῆσθαι τὴν πρώτην ἡλικίαν,
 
ὁμοίως δὲ καὶ κατὰ τὴν πολιτείαν θρασὺς καὶ πλεονέκτης καὶ διʼ Εὐμένους καὶ Φιλεταίρου σεσωματοποιημένος διὰ τὰς προειρημένας αἰτίας. —
 
πολψβιυς αξηιϝυς θυαμϝις τυνξ ιν αφριξα ξυμ σξιπιονε φυεριτ, ταμεν θυια δομεστιξαμ ξλαδεμ ιγνοραρε νον ποτυιτ, σεμελ ιν αξηαια πυγνατυμ ξριτολαο δυξε ασσεριτ. διαευμ ϝερο αδδυξεντεμ εχ αρξαδια μιλιτεμ αβ εοδεμ μετελλο πραετορε οππρεσσυμ ξυμ εχερξιτυ δοξετ. —
 
ὅτι τοῦ Κριτολάου τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν μετηλλαχότος, καὶ τοῦ νόμου κελεύοντος, ἐπὰν συμβῇ τι περὶ τὸν ἐνεστῶτα στρατηγόν, τὸν προγεγονότα διαδέχεσθαι τὴν ἀρχήν, ἕως ἂν ἡ καθήκουσα σύνοδος γένηται τῶν Ἀχαιῶν,
 
ἐπέβαλε τῷ Διαίῳ χειρίζειν καὶ προεστάναι τῶν κοινῶν πραγμάτων.
 
διόπερ ἐκπέμψας εἰς τὰ Μέγαρα καὶ παραγενόμενος εἰς Ἄργος ἔγραψε ταῖς πόλεσι πάσαις τῶν οἰκογενῶν καὶ παρατρόφων τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις εἰς μυρίους καὶ δισχιλίους ἐλευθεροῦν καὶ καθοπλίσαντας πέμπειν εἰς τὴν Κόρινθον.
 
ἐμέρισε δὲ ταῖς πόλεσι τὴν ἐπιβολὴν τῶν σωμάτων εἰκῇ καὶ ἀνίσως, καθάπερ καὶ περὶ τῶν ἄλλων ἔπραττεν.
 
οἷς δʼ ἂν ἐλλείπῃ τὸ τῶν παρατρόφων πλῆθος, ἀναπληροῦν ἔδει τὴν ἑκάστοις καθήκουσαν μοῖραν ἐκ τῶν ἄλλων οἰκετῶν.
 
θεωρῶν δὲ τὴν ἀπορίαν τὴν ἐν τοῖς κοινοῖς ἰσχυρὰν οὖσαν διὰ τὸν πρὸς Λακεδαιμονίους γεγονότα πόλεμον, ἐπαγγελίας ποιεῖσθαι συνηνάγκαζε καὶ κατʼ ἰδίαν εἰσφέρειν τοὺς εὐπόρους, οὐ μόνον τοὺς ἄνδρας ἀλλὰ καὶ τὰς γυναῖκας.
 
ἅμα δὲ τούτοις παρήγγειλεν πανδημεὶ τοὺς ἐν ταῖς ἡλικίαις ἁθροίζεσθαι μετὰ τῶν ὅπλων εἰς τὴν Κόρινθον.
 
ἐξ ὧν συνέβαινε γίνεσθαι τὰς πόλεις πλήρεις ἀκρισίας, ταραχῆς, δυσθυμίας.
 
καὶ τοὺς μὲν ἀπολωλότας ἐπῄνουν, τοὺς δʼ ἐκπορευομένους ἠλέουν, καὶ προσκατεκλαίοντο πάντες ὡσανεὶ προορώμενοι τὸ μέλλον·
 
τὴν δὲ τῶν οἰκετῶν ἀνάτασιν καὶ τὸν ἐπισυρμὸν βαρέως ἔφερον, ὡς ἂν τῶν μὲν ἠλευθερωμένων ἄρτι, τῶν δὲ λοιπῶν πρὸς τὴν ἐλπίδα ταύτην μεμετεωρισμένων.
 
ἅμα δὲ τούτοις οἱ μὲν ἄνδρες εἰσφέρειν ἠναγκάζοντο παρὰ τὴν αὑτῶν προαίρεσιν ὅ,τι τις ἔχειν δόξειεν, αἱ δὲ γυναῖκες ἀφαιρούμεναι σφῶν αὐτῶν καὶ τῶν ἰδίων τέκνων τὸν κόσμον ὥσπερ ἐπίτηδες
 
εἰς αὐτὸν τὸν ὄλεθρον εἰσέφερον. ἁπάντων δὲ τούτων ἐν ἑνὶ καιρῷ συμβαινόντων, ἡ τῶν κατὰ μέρος ἀεὶ προσπιπτόντων κατάπληξις ἀφῃρεῖτο τῶν ἀνθρώπων τὴν ὑπὲρ τῶν ὅλων ἐπίστασιν καὶ διάληψιν, διʼ ἧς ἔμελλον προνοεῖσθαι διότι πάντες εἰς πρόδηλον ὄλεθρον ἄγονται μετὰ τέκνων καὶ γυναικῶν.
 
λοιπόν, οἷον ὑπὸ χειμάρρου τινὸς λάβρου προωθούμενοι καὶ φερόμενοι μετὰ βίας, ἐπηκολούθουν τῇ τοῦ προεστῶτος ἀγνοίᾳ καὶ παρακοπῇ.
 
Ἠλεῖοι μὲν γὰρ καὶ Μεσσήνιοι κατὰ χώραν ἔμειναν, προσδοκῶντες τὸν ἀπὸ τοῦ στόλου κίνδυνον· οὓς οὐδὲν ἂν τῶν παρόντων ὤνησεν, εἴπερ ἐφάνη τὸ νέφος ἐκεῖνο κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν.
 
Πατρεῖς δὲ καὶ τὸ μετὰ τούτων συντελικὸν βραχεῖ χρόνῳ πρότερον ἐπταίκει κατὰ τὴν Φωκίδα, καὶ τὸ συμβαῖνον ἦν πολλῷ τῶν κατὰ Πελοπόννησον ἐλεεινότερον.
 
οἱ μὲν γὰρ ἐκ τοῦ ζῆν παραλόγως αὑτοὺς ἐξῆγον, οἱ δʼ ἔφευγον ἐκ τῶν πόλεων ἀνοδίαις, πρὸς οὐδὲν ὡρισμένον ποιούμενοι τὴν ἀναχώρησιν διὰ τὴν ἔκπληξιν τῶν γινομένων ἐν ταῖς πόλεσιν.
 
καὶ οἱ μὲν ἦγον ἐκδώσοντες ἀλλήλους τοῖς πολεμίοις ὡς ἀλλοτρίους γεγονότας Ῥωμαίων, οἱ δʼ ἐμήνυον καὶ κατηγόρουν τῶν πέλας, οὐδενὸς ἐπιζητοῦντος κατὰ τὸ παρὸν τὴν τοιαύτην χρείαν· οἱ δὲ μεθʼ ἱκετηρίας ἀπήντων, ὁμολογοῦντες παρεσπονδηκέναι καὶ πυνθανόμενοι τί δεῖ πάσχειν, μηδέπω μηδενὸς ἐπιζητοῦντος λόγον ὑπὲρ τούτων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi