Kitap 38
20.9
βραχὺ δʼ ἐπισχοῦσα τὸν Ἀσδρούβαν ἤρετο πῶς αὐτῇ μὲν φάσκων οὐδὲν κατʼ ἰδίαν παρὰ τοῦ στρατηγοῦ πορίζοιτο τὴν σωτηρίαν αὐτομολήσας, πῶς δʼ οὕτως ἀναισχύντως ἐγκαταλιπὼν τὰ πράγματα καὶ τοὺς ἀστοὺς αὐτῷ πιστεύοντας ὑπέλθοι πρὸς τοὺς πολεμίους,
20.10
πῶς δὲ παρὰ τούτοις τολμᾷ καθῆσθαι νῦν θαλλοὺς ἔχων πρὸς οὓς πολλάκις οὐδέποτε ταύτην ἔσεσθαι τὴν ἡμέραν, ἐν ᾗ συμβήσεται τὸν ἥλιον ἅμα καθορᾶν Ἀσδρούβαν ζῶντα καὶ τὴν πατρίδα πυρπολουμένην· οὐ μὴν ἀλλʼ
20.11
γε το!εινε δ φυλα ο?ι? ουσ?α?ν? συ πεποιηκας αισχρως δεγεπονειδιστως ηδε ρω και τα τεκνα πράξομεν κα τ?α?υ?τ?α? π?α?λ?ι?ν? εις αυτην επω λενων το σ? ν ον υ πο ου τει λασα του?ς α?υ? τοισα τε παντας συμπαθεις γενομενους τηι περπ?ε?τ?εια και η ας της τυχης ν δοξαι διαμ?
21.1
κα?ι? χς επεισαγαγοδεσδαυ της επειμιαν τι παρ καὶ δι νι τὸ δικ?αιον ευ ρων φησιν ὁ πολυβιος εγων οτι και τιν〈ο〉 ραν επι α?ν τούτου καλλιον ουτ και τοῦτʼ εἴρηται παρὰ τῷ ποιητῇ· καὶ ἐπιστρέψας ἐξ αὐτῆς καὶ λαβόμενός μου τῆς δεξιᾶς "ὦ Πολύβιε," ἔφη "καλὸν μέν, ἀλλʼ οὐκ οἶδʼ ὅπως ἐγὼ δέδια καὶ προορῶμαι μή ποτέ τις ἄλλος τοῦτο τὸ παράγγελμα δώσει περὶ τῆς ἡμετέρας πατρίδος·"
21.2
ταύτης δὲ δύναμιν πραγματικωτέραν καὶ νουνεχεστέραν οὐ ῥᾴδιον εἰπεῖν·
21.3
τὸ γὰρ ἐν τοῖς μεγίστοις κατορθώμασι καὶ ταῖς τῶν ἐχθρῶν συμφοραῖς ἔννοιαν λαμβάνειν τῶν οἰκείων πραγμάτων καὶ τῆς ἐναντίας περιστάσεως καὶ καθόλου πρόχειρον ἔχειν ἐν ταῖς ἐπιτυχίαις τὴν τῆς τύχης ἐπισφάλειαν ἀνδρός ἐστι μεγάλου καὶ τελείου καὶ συλλήβδην ἀξίου μνήμης. —