Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 35

2.6 οἱ δὲ καίπερ ὄντες βάρβαροι διετίθεντο λόγους καὶ πάσας ἐξευκρινεῖν ἐπειρῶντο τὰς διαφοράς,
2.7 ὑποδεικνύντες ὡς, εἰ μὴ συσταλήσονται καὶ τεύξονται τῆς ἁρμοζούσης κολάσεως οἱ πεπολεμηκότες, παραυτίκα μέν, ἐπανελθόντων τῶν Ῥωμαϊκῶν στρατοπέδων ἐκ τῆς Ἰβηρίας, ἐκ χειρὸς προσεπιθήσουσι τὴν δίκην αὐτοῖς.
2.8 ὡς προδόταις γεγονόσι, ταχὺ δὲ πάλιν αὐτοὶ κινήσουσι πραγμάτων ἀρχήν, ἐὰν ἀνεπιτίμητοι διαφύγωσιν ἐκ τῆς πρώτης ἁμαρτίας, ἑτοίμους δὲ πάντας πρὸς καινοτομίαν ποιήσουσι τοὺς κατὰ τὴν Ἰβηρίαν, ὡς ἱκανοὶ γεγονότες ἀντίπαλοι Ῥωμαίοις.
2.9 διόπερ ἠξίουν ἢ μένειν τὰ στρατόπεδα κατὰ τὴν Ἰβηρίαν καὶ διαβαίνειν καθʼ ἕκαστον ἔτος ὕπατον ἐφεδρεύσοντα τοῖς συμμάχοις καὶ κολάσοντα τὰς Ἀραυακῶν ἀδικίας,
2.10 ἢ βουλομένους ἀπάγειν τὰς δυνάμεις παραδειγματιστέον εἶναι τὴν τῶν προειρημένων ἐπανάστασιν, ἵνα μηδεὶς ἔτι ποιεῖν θαρρῇ τὸ παραπλήσιον τούτοις.
2.11 οἱ μὲν οὖν Βελλῶν καὶ Τίττων συμμαχοῦντες Ῥωμαίοις ταῦτα καὶ τὰ τούτοις παραπλήσια διελέχθησαν.
2.12 ἐπὶ δὲ τούτοις εἰσῆγον τοὺς παρὰ τῶν πολεμίων.
2.13 οἱ δʼ Ἀραυάκαι παρελθόντες κατὰ μὲν τὴν ὑπόκρισιν ἐχρῶντο τοῖς λόγοις ὑποπεπτωκότως καὶ ταπεινῶς, τῇ γε μὴν προαιρέσει [ὡς] διέφαινον οὐκ εἰκούσῃ τοῖς ὅλοις οὐδʼ ἡττωμένῃ.
2.14 καὶ γὰρ τὰ τῆς τύχης ἄδηλα πολλάκις ὑπεδείκνυον καὶ τὰς προγεγενημένας μάχας ἀμφιδηρίτους ποιοῦντες ἐν πάσαις ἔμφασιν ἀπέλειπον ὡς ἐπικυδεστέρων αὐτῶν γεγονότων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi