Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 24

 
διὸ καὶ νῦν, ἐάν τις αὐτοὺς διδάξῃ διότι συμβήσεται τοῖς Ἀχαιοῖς, ἂν πειθαρχήσωσι τοῖς γραφομένοις, παραβῆναι τοὺς ὅρκους, τοὺς νόμους, τὰς στήλας, ἃ συνέχει τὴν κοινὴν συμπολιτείαν ἡμῶν,
 
ἀναχωρήσουσιν καὶ συγκαταθήσονται διότι καλῶς ἐπέχομεν καὶ παραιτούμεθα περὶ τῶν γραφομένων. ταῦτα μὲν οὖν οἱ περὶ τὸν Λυκόρταν ἔλεγον·
 
οἱ δὲ περὶ τὸν Ὑπέρβατον καὶ Καλλικράτην πειθαρχεῖν τοῖς γραφομένοις παρῄνουν καὶ μήτε νόμον μήτε στήλην μήτʼ ἄλλο μηθὲν τούτου νομίζειν ἀναγκαιότερον.
 
τοιαύτης δʼ οὔσης τῆς ἀντιλογίας ἔδοξε τοῖς Ἀχαιοῖς πρεσβευτὰς ἐξαποστεῖλαι πρὸς τὴν σύγκλητον τοὺς διδάξοντας ἃ Λυκόρτας λέγει.
 
καὶ παραυτίκα κατέστησαν πρεσβευτὰς Καλλικράτην Λεοντήσιον, Λυδιάδαν Μεγαλοπολίτην, Ἄρατον Σικυώνιον· καὶ δόντες ἐντολὰς ἀκολούθους τοῖς προειρημένοις ἐξαπέστειλαν.
 
ὧν παραγενομένων εἰς τὴν Ῥώμην, εἰσελθὼν ὁ Καλλικράτης εἰς τὴν σύγκλητον τοσοῦτον ἀπέσχε τοῦ ταῖς ἐντολαῖς ἀκολούθως διδάσκειν τὸ συνέδριον ὥστε τοὐναντίον ἐκ καταβολῆς ἐπεχείρησεν οὐ μόνον τῶν ἀντιπολιτευομένων κατηγορεῖν θρασέως, ἀλλὰ καὶ τὴν σύγκλητον
 
νουθετεῖν. ἔφη γὰρ αὐτοὺς τοὺς Ῥωμαίους αἰτίους εἶναι τοῦ μὴ πειθαρχεῖν αὐτοῖς τοὺς Ἕλληνας, ἀλλὰ παρακούειν καὶ τῶν γραφομένων καὶ τῶν παραγγελλομένων.
 
δυεῖν γὰρ οὐσῶν αἱρέσεων κατὰ τὸ παρὸν ἐν πάσαις ταῖς δημοκρατικαῖς πολιτείαις, καὶ τῶν μὲν φασκόντων δεῖν ἀκολουθεῖν τοῖς γραφομένοις ὑπὸ Ῥωμαίων καὶ μήτε νόμον μήτε στήλην μήτʼ ἄλλο μηθὲν προυργιαίτερον νομίζειν τῆς Ῥωμαίων προαιρέσεως,
 
τῶν δὲ τοὺς νόμους προφερομένων καὶ τοὺς ὅρκους καὶ στήλας καὶ παρακαλούντων τὰ πλήθη μὴ ῥᾳδίως ταῦτα παραβαίνειν,
 
ἀχαϊκωτέραν εἶναι παρὰ πολὺ ταύτην τὴν ὑπόθεσιν καὶ νικητικωτέραν ἐν τοῖς πολλοῖς.
 
ἐξ οὗ τοῖς μὲν αἱρουμένοις τὰ Ῥωμαίων ἀδοξίαν συνεξακολουθεῖν παρὰ τοῖς ὄχλοις καὶ διαβολήν, τοῖς δʼ ἀντιπράττουσιν τἀναντία.
 
ἐὰν μὲν οὖν ὑπὸ τῆς συγκλήτου γίνηταί τις ἐπισημασία, ταχέως καὶ τοὺς πολιτευομένους μεταθέσθαι πρὸς τὴν Ῥωμαίων αἵρεσιν, καὶ τοὺς πολλοὺς τούτοις ἐπακολουθήσειν διὰ τὸν φόβον.
 
ἐὰν δὲ παρορᾶται τοῦτο τὸ μέρος, ἅπαντας ἀπονεύσειν ἐπʼ ἐκείνην τὴν ὑπόθεσιν· ἐνδοξοτέραν γὰρ εἶναι καὶ καλλίω παρὰ τοῖς ὄχλοις.
 
διὸ καὶ νῦν ἤδη τινὰς οὐθὲν ἕτερον προσφερομένους δίκαιον πρὸς φιλοδοξίαν, διʼ αὐτὸ τοῦτο τῶν μεγίστων τυγχάνειν τιμῶν παρὰ τοῖς ἰδίοις πολιτεύμασιν διὰ τὸ δοκεῖν ἀντιλέγειν τοῖς ὑφʼ ὑμῶν γραφομένοις, χάριν τοῦ διαμένειν τοὺς νόμους ἰσχυροὺς καὶ τὰ δόγματα τὰ γινόμενα παρʼ αὐτοῖς.
 
εἰ μὲν οὖν ἀδιαφόρως ἔχουσιν ὑπὲρ τοῦ πειθαρχεῖν αὐτοῖς τοὺς Ἕλληνας καὶ συνυπακούειν τοῖς γραφομένοις, ἄγειν αὐτοὺς ἐκέλευε τὴν ἀγωγήν, ἣν καὶ νῦν ἄγουσιν·
 
εἰ δὲ βούλονται γίνεσθαι σφίσι τὰ παραγγελλόμενα καὶ μηθένα καταφρονεῖν τῶν γραφομένων, ἐπιστροφὴν ποιήσασθαι παρεκάλει τοῦ μέρους τούτου τὴν ἐνδεχομένην.
 
εἰ δὲ μή, σαφῶς εἰδέναι δεῖν ὅτι τἀναντία συμβήσεται ταῖς ἐπινοίαις αὐτῶν· ὃ καὶ νῦν ἤδη γεγονέναι.
 
πρῴην μὲν γὰρ ἐν τοῖς Μεσσηνιακοῖς πολλὰ ποιήσαντος Κοΐντου Μαρκίου πρὸς τὸ μηδὲν τοὺς Ἀχαιοὺς βουλεύσασθαι περὶ Μεσσηνίων ἄνευ τῆς Ῥωμαίων προαιρέσεως,
 
παρακούσαντας καὶ ψηφισαμένους αὐτοὺς τὸν πόλεμον οὐ μόνον τὴν χώραν αὐτῶν καταφθεῖραι πᾶσαν ἀδίκως, ἀλλὰ καὶ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν οὓς μὲν φυγαδεῦσαι, τινὰς δʼ αὐτῶν ἐκδότους λαβόντας αἰκισαμένους πᾶσαν αἰκίαν ἀποκτεῖναι, διότι προεκαλοῦντο περὶ τῶν ἀμφισβητουμένων ἐπὶ Ῥωμαίους.
 
νῦν δὲ πάλιν ἐκ πλείονος χρόνου γραφόντων αὐτῶν ὑπὲρ τῆς καθόδου τῶν ἐκ Λακεδαίμονος φυγάδων, τοσοῦτον ἀπέχειν τοῦ πειθαρχεῖν ὡς καὶ στήλην τεθεῖσθαι καὶ πεποιῆσθαι πρὸς τοὺς κατέχοντας τὴν πόλιν ὅρκους ὑπὲρ τοῦ μηδέποτε κατελεύσεσθαι τοὺς φυγάδας.
 
εἰς ἃ βλέποντας αὐτοὺς ἠξίου πρόνοιαν ποιεῖσθαι τοῦ μέλλοντος.
 
ὁ μὲν οὖν Καλλικράτης ταῦτα καὶ τοιαῦτʼ εἰπὼν ἀπῆλθεν.
 
οἱ φυγάδες δʼ ἐπεισελθόντες καὶ βραχέα περὶ αὑτῶν διδάξαντες καί τινα τῶν πρὸς τὸν κοινὸν ἔλεον εἰπόντες ἀνεχώρησαν.
 
ἡ δὲ σύγκλητος δόξασα τὸν Καλλικράτην λέγειν τι τῶν αὐτῇ συμφερόντων καὶ διδαχθεῖσα διότι δεῖ τοὺς μὲν τοῖς αὐτῆς δόγμασιν συνηγοροῦντας αὔξειν, τοὺς δʼ ἀντιλέγοντας ταπεινοῦν,
 
οὕτως καὶ τότε πρῶτον ἐπεβάλετο τοὺς μὲν κατὰ τὸ βέλτιστον ἱσταμένους ἐν τοῖς ἰδίοις πολιτεύμασιν ἐλαττοῦν, τοὺς δὲ καὶ δικαίως καὶ ἀδίκως
 
προστρέχοντας αὐτῇ σωματοποιεῖν. ἐξ ὧν αὐτῇ συνέβη κατὰ βραχύ, τοῦ χρόνου προβαίνοντος, κολάκων μὲν εὐπορεῖν, φίλων δὲ σπανίζειν ἀληθινῶν.
 
οὐ μὴν ἀλλὰ τότε περὶ μὲν τῆς καθόδου τῶν φυγάδων οὐ μόνον τοῖς Ἀχαιοῖς ἔγραψε, παρακαλοῦσα συνεπισχύειν, ἀλλὰ καὶ τοῖς Αἰτωλοῖς καὶ τοῖς Ἠπειρώταις, σὺν δὲ τούτοις Ἀθηναίοις, Βοιωτοῖς, Ἀκαρνᾶσιν, πάντας ὡσανεὶ προσδιαμαρτυρομένη χάριν τοῦ συντρῖψαι τοὺς Ἀχαιούς.
 
περὶ δὲ τοῦ Καλλικράτους αὐτοῦ κατʼ ἰδίαν παρασιωπήσασα τοὺς συμπρεσβευτὰς κατέταξεν εἰς τὴν ἀπόκρισιν διότι δεῖ τοιούτους ὑπάρχειν ἐν τοῖς πολιτεύμασιν ἄνδρας οἷός ἐστι Καλλικράτης.
 
ὁ δὲ προειρημένος ἔχων τὰς ἀποκρίσεις ταύτας παρῆν εἰς τὴν Ἑλλάδα περιχαρής, οὐκ εἰδὼς ὅτι μεγάλων κακῶν ἀρχηγὸς γέγονε πᾶσι μὲν τοῖς Ἕλλησι, μάλιστα δὲ τοῖς Ἀχαιοῖς.
 
ἔτι γὰρ τούτοις ἐξῆν καὶ κατʼ ἐκείνους τοὺς χρόνους κατὰ ποσὸν ἰσολογίαν ἔχειν πρὸς Ῥωμαίους διὰ τὸ τετηρηκέναι τὴν πίστιν ἐν τοῖς ἐπιφανεστάτοις καιροῖς, ἐξ οὗ τὰ Ῥωμαίων εἵλοντο, λέγω δὲ τοῖς κατὰ Φίλιππον καὶ Ἀντίοχον,
 
οὕτω δὲ τοῦ τῶν Ἀχαιῶν ἔθνους ηὐξημένου καὶ προκοπὴν εἰληφότος κατὰ τὸ βέλτιστον ἀφʼ ὧν ἡμεῖς ἱστοροῦμεν χρόνων, αὕτη πάλιν ἀρχὴ τῆς ἐπὶ τὸ χεῖρον ἐγένετο μεταβολῆς, τὸ Καλλικράτους θράσος
 
Ῥωμαῖοι ὄντες ἄνθρωποι καὶ ψυχῇ χρώμενοι λαμπρᾷ καὶ προαιρέσει καλῇ πάντας μὲν ἐλεοῦσι τοὺς ἐπταικότας καὶ πᾶσι πειρῶνται χαρίζεσθαι τοῖς καταφεύγουσιν ὡς αὐτούς·
 
ὅταν μέντοι γέ τις ὑπέμνησε τῶν δικαίων, τετηρηκὼς τὴν πίστιν, ἀνατρέχουσι καὶ διορθοῦνται σφᾶς αὐτοὺς κατὰ δύναμιν ἐν τοῖς πλείστοις.
 
ὁ δὲ Καλλικράτης πρεσβεύσας κατὰ τοὺς ἐνεστῶτας καιροὺς εἰς τὴν Ῥώμην χάριν τοῦ λέγειν τὰ δίκαια περὶ τῶν Ἀχαιῶν, χρησάμενος κατὰ τοὐναντίον τοῖς πράγμασιν καὶ συνεπισπασάμενος τὰ κατὰ Μεσσηνίους, ὑπὲρ ὧν οὐδʼ ἐνεκάλουν Ῥωμαῖοι, παρῆν εἰς Ἀχαΐαν προσανατεινόμενος τὸν ἀπὸ Ῥωμαίων φόβον·
 
καὶ διὰ τὴν ἀποπρεσβείαν καταπληξάμενος καὶ συντρίψας τοὺς ὄχλους διὰ τὸ μηδὲν εἰδέναι τῶν ὑπʼ αὐτοῦ κατʼ ἀλήθειαν εἰρημένων ἐν τῇ συγκλήτῳ τοὺς πολλούς, πρῶτον μὲν ᾑρέθη στρατηγός, πρὸς τοῖς ἄλλοις κακοῖς καὶ δωροδοκηθείς,
 
ἑξῆς δὲ τούτοις παραλαβὼν τὴν ἀρχὴν κατῆγε τοὺς ἐκ τῆς Λακεδαίμονος καὶ τοὺς ἐκ τῆς Μεσσήνης φυγάδας. —
 
ὅτι Φιλοποίμενα καὶ Ἀρίσταινον τοὺς Ἀχαιοὺς συνέβη οὔτε τὴν φύσιν ὁμοίαν σχεῖν οὔτε τὴν αἵρεσιν τῆς πολιτείας.
 
ἦν γὰρ ὁ μὲν Φιλοποίμην εὖ πεφυκὼς πρὸς τὰς πολεμικὰς χρείας καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν, ὁ δʼ ἕτερος πρὸς τὰ πολιτικὰ τῶν διαβουλίων.
 
τῇ δʼ αἱρέσει κατὰ τὴν πολιτείαν τοῦτο διέφερον ἀλλήλων. τῆς γὰρ Ῥωμαίων ὑπεροχῆς ἤδη τοῖς Ἑλληνικοῖς πράγμασιν ἐμπλεκομένης ὁλοσχερῶς κατά τε τοὺς Φιλιππικοὺς καὶ τοὺς Ἀντιοχικοὺς καιρούς,
 
ὁ μὲν Ἀρίσταινος ἦγε τὴν ἀγωγὴν τῆς πολιτείας οὕτως ὥστε πᾶν τὸ πρόσφορον Ῥωμαίοις ἐξ ἑτοίμου ποιεῖν, ἔνια δὲ καὶ πρὶν ἢ προστάξαι ʼκείνους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi