Kitap 23
ὅτι "δεῖ μὴ μόνον ἀναγινώσκειν τὰς τραγῳδίας καὶ τοὺς μύθους καὶ τὰς ἱστορίας, ἀλλὰ καὶ γινώσκειν καὶ συνεφιστάνειν ἐπὶ τοῦτο τὸ μέρος.
ἐν οἷς ἅπασιν ἔστιν ὁρᾶν, ὅσοι μὲν τῶν ἀδελφῶν εἰς τὴν πρὸς ἀλλήλους ὀργὴν καὶ φιλονικίαν ἐμπεσόντες ἐπὶ πολὺ προύβησαν, ἅπαντας τοὺς τοιούτους οὐ μόνον σφᾶς ἀπολωλεκότας, ἀλλὰ καὶ βίον καὶ τέκνα καὶ πόλεις ἄρδην κατεστραφότας,
ὅσοι δὲ μετρίως ἐζήλωσαν τὸ στέργειν αὑτοὺς καὶ φέρειν τὰς ἀλλήλων ἀγνοίας, τούτους ἅπαντας σωτῆρας γεγονότας ὧν ἀρτίως εἶπον καὶ μετὰ τῆς καλλίστης φήμης καὶ δόξης βεβιωκότας.
καὶ μὴν ἐπὶ τοὺς ἐν τῇ Λακεδαίμονι βασιλεῖς πολλάκις ὑμᾶς ἐπέστησα, λέγων ὅτι τοσοῦτον χρόνον διετήρησαν σφῶν τῇ πατρίδι τὴν τῶν Ἑλλήνων ἡγεμονίαν ὅσον πειθαρχοῦντες ὥσπερ γονεῦσι τοῖς ἐφόροις ἠνείχοντο συμβασιλεύοντες ἀλλήλοις·
ὅτε δὲ διαφωνήσαντες εἰς μοναρχίαν τὰ πράγματα μετέστησαν, τότε πάντων ἅμα τῶν κακῶν πεῖραν ἐποίησαν λαβεῖν τὴν Σπάρτην·
τὸ δὲ τελευταῖον ὡσανεὶ κατʼ ἔνδειξιν ὑμῖν λέγων καὶ τιθεὶς ἐναργῶς ὑπὸ τὴν ὄψιν διετέλουν τούτους τοὺς περὶ τὸν Εὐμένη καὶ τὸν Ἄτταλον,
ὅτι παραλαβόντες οὗτοι μικρὰν ἀρχὴν καὶ τὴν τυχοῦσαν ηὐξήκασι ταύτην, ὥστε μηδεμιᾶς εἶναι καταδεεστέραν, διʼ οὐθὲν ἕτερον ἢ διὰ τὴν πρὸς αὑτοὺς ὁμόνοιαν καὶ συμφωνίαν καὶ τὸ δύνασθαι καταξίωσιν ἀλλήλοις διαφυλάττειν· ὧν ὑμεῖς ἀκούοντες οὐχ οἷον εἰς νοῦν ἐλαμβάνετε,
τὸ δʼ ἐναντίον ἠκονᾶτʼ, ἐμοὶ δοκεῖ, τοὺς κατʼ ἀλλήλων θυμούς."
Πολύβιος. ὁ δʼ ἐξαναστὰς προῆγε, τὰ μὲν ὑπὸ τῆς ἀρρωστίας, τὰ δʼ ὑπὸ τῆς ἡλικίας βαρυνόμενος· εἶχε γὰρ ἑβδομηκοστὸν ἔτος.
Πολύβιος· διαβιασάμενος δὲ τὴν ἀσθένειαν τῇ συνηθείᾳ τῇ πρὸ τοῦ παρῆν ἐξ Ἄργους εἰς Μεγάλην πόλιν αὐθημερόν. —
ὅτι Φιλοποίμην ὁ τῶν Ἀχαιῶν στρατηγὸς συλληφθεὶς ὑπὸ Μεσσηνίων ἀνῃρέθη φαρμάκῳ, ἀνὴρ γενόμενος οὐδενὸς τῶν πρὸ τοῦ κατʼ ἀρετὴν δεύτερος, τῆς τύχης μέντοι γʼ ἥττων, καίτοι δόξας ἐν παντὶ τῷ πρὸ τοῦ βίῳ συνεργὸν ἐσχηκέναι ταύτην·
ἀλλά μοι δοκεῖ κατὰ τὴν κοινὴν παροιμίαν εὐτυχῆσαι μὲν ἄνθρωπον ὄντα δυνατόν, διευτυχῆσαί γε μὴν ἀδύνατον·
διὸ καὶ μακαριστέον τῶν προγεγονότων οὐχ ὡς διευτυχηκότας τινάς· τίς γὰρ ἀνάγκη ψευδεῖ λόγῳ χρωμένοις ματαίως προσκυνεῖν τὴν τύχην;
ἀλλὰ τοὺς ὡς πλεῖστον χρόνον ἐν τῷ ζῆν ἵλεων ἔχοντας ταύτην, κἄν ποτε μετανοῇ, μετρίαις περιπεσόντας συμφοραῖς. —
Λυκόρταν, ὃς ἦν οὐδὲν ἥττων τούτου. —
ὅτι Φιλοποίμην τετταράκοντʼ ἔτη συνεχῶς φιλοδοξήσας ἐν δημοκρατικῷ καὶ πολυειδεῖ πολιτεύματι, πάντῃ πάντως διέφυγε τὸν τῶν πολλῶν φθόνον,
τὸ πλεῖον οὐ πρὸς χάριν, ἀλλὰ μετὰ παρρησίας πολιτευόμενος· ὃ σπανίως ἂν εὕροι τις γεγονός. —
ὅτι θαυμαστόν ἐστι καὶ μέγιστον σημεῖον γεγονέναι τῇ φύσει τὸν ἄνδρα τοῦτον ἡγεμονικὸν καὶ πολύ τι διαφέροντα τῶν ἄλλων πρὸς τὸν πραγματικὸν τρόπον·
ἑπτακαίδεκα γὰρ ἔτη μείνας ἐν τοῖς ὑπαίθροις πλεῖστά τʼ ἔθνη καὶ βάρβαρα διεξελθὼν καὶ πλείστοις ἀνδράσιν ἀλλοφύλοις καὶ ἑτερογλώττοις χρησάμενος συνεργοῖς πρὸς ἀπηλπισμένας καὶ παραδόξους ἐπιβολάς, ὑπʼ οὐθενὸς οὔτʼ ἐπεβουλεύθη τὸ παράπαν οὔτʼ ἐγκατελείφθη τῶν ἅπαξ αὐτῷ κοινωνησάντων καὶ δόντων ἑαυτοὺς εἰς χεῖρας. —
ὅτι Πόπλιος φιλοδοξήσας ἐν ἀριστοκρατικῷ πολιτεύματι τηλικαύτην περιεποιήσατο παρὰ μὲν τοῖς ὄχλοις εὔνοιαν παρὰ δὲ τῷ συνεδρίῳ πίστιν ὥστʼ,
ἐν μὲν τῷ δήμῳ κρίνειν τινὸς ἐπιβαλομένου κατὰ τὰ Ῥωμαίων ἔθη καὶ πολλὰ κατηγορήσαντος καὶ πικρῶς, ἄλλο μὲν οὐθὲν εἶπε προελθών,
οὐκ ἔφη δὲ πρέπον εἶναι τῷ δήμῳ τῶν Ῥωμαίων οὐθενὸς ἀκούειν κατηγοροῦντος Ποπλίου Κορνηλίου Σκιπίωνος, διʼ ὃν αὐτὴν τὴν τοῦ λέγειν ἐξουσίαν ἔχουσιν οἱ κατηγοροῦντες.
ὧν ἀκούσαντες οἱ πολλοὶ παραχρῆμα διελύθησαν πάντες ἐκ τῆς ἐκκλησίας, ἀπολιπόντες τὸν κατηγοροῦντα μόνον. —
ὅτι Πόπλιος ἐν τῷ συνεδρίῳ χρείας ποτὲ χρημάτων οὔσης εἴς τινα κατεπείγουσαν οἰκονομίαν, τοῦ δὲ ταμίου διά τινα νόμον οὐ φάσκοντος ἀνοίξειν τὸ ταμιεῖον κατʼ ἐκείνην τὴν ἡμέραν, αὐτὸς ἔφη λαβὼν τὰς κλεῖς ἀνοίξειν·
αὐτὸς γὰρ αἴτιος γεγονέναι καὶ τοῦ κλείεσθαι τὸ ταμιεῖον.
πάλιν δέ ποτε λόγον ἀπαιτοῦντός τινος ἐν τῷ συνεδρίῳ τῶν χρημάτων ὧν ἔλαβε παρʼ Ἀντιόχου πρὸ τῶν συνθηκῶν εἰς τὴν τοῦ στρατοπέδου μισθοδοσίαν, ἔχειν μὲν ἔφη τὸν λογισμόν, οὐ δεῖν δʼ αὐτὸν ὑποσχεῖν οὐδενὶ λόγον·
τοῦ δʼ ἐπικειμένου καὶ κελεύοντος φέρειν ἠξίωσε τὸν ἀδελφὸν ἐνεγκεῖν· κομισθέντος δὲ τοῦ βυβλίου, προτείνας αὐτὸ καὶ κατασπαράξας πάντων ὁρώντων τὸν μὲν ἀπαιτοῦντα τὸν λόγον ἐκ τούτων ζητεῖν ἐκέλευσε,
τοὺς δʼ ἄλλους ἤρετο πῶς τῶν μὲν τρισχιλίων ταλάντων τὸν λόγον ἐπιζητοῦσι πῶς ἐδαπανήθη καὶ διὰ τίνων, τῶν δὲ μυρίων καθόλου καὶ πεντακισχιλίων ὧν παρʼ Ἀντιόχου λαμβάνουσιν, οὐκέτι ζητοῦσι πῶς εἰσπορεύεται καὶ διὰ τίνων,
οὐδὲ πῶς τῆς Ἀσίας καὶ τῆς Λιβύης, ἔτι δὲ τῆς Ἰβηρίας κεκυριεύκασιν.
ὥστε μὴ μόνον καταπλαγῆναι πάντας, ἀλλὰ καὶ τὸν ζητήσαντα τὸν λόγον ἀποσιωπῆσαι.
ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω τῆς τε τῶν μετηλλαχότων ἀνδρῶν εὐκλείας ἕνεκεν καὶ τῆς τῶν ἐπιγινομένων παρορμήσεως πρὸς τὰ καλὰ τῶν ἔργων. —
ὅτι οὐ καλὸν τὸ φθείρειν τοὺς καρποὺς τῶν ὑπεναντίων· φησὶ γὰρ ὁ Πολύβιος οὐδέποτε δʼ ἐγὼ συντίθεμαι τὴν γνώμην τοῖς ἐπὶ τοσοῦτον διατιθεμένοις τὴν ὀργὴν εἰς τοὺς ὁμοφύλους ὥστε μὴ μόνον τοὺς ἐπετείους καρποὺς παραιρεῖσθαι τῶν πολεμίων, ἀλλὰ καὶ τὰ δένδρα καὶ τὰ κατασκευάσματα διαφθείρειν, μηδὲ μεταμελείας καταλείποντας τόπον.
ἀλλά μοι δοκοῦσι μεγαλείως ἀγνοεῖν οἱ ταῦτα πράττοντες·
καθʼ ὅσον γὰρ ὑπολαμβάνουσι καταπλήττεσθαι τοὺς πολεμίους λυμαινόμενοι τὴν χώραν καὶ παραιρούμενοι πάσας, οὐ μόνον τὰς κατὰ τὸ παρόν, ἀλλὰ καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας τῶν πρὸς τὸν βίον ἀναγκαίων, κατὰ τοσοῦτον ἀποθηριοῦντες τοὺς ἀνθρώπους ἀμετάθετον ποιοῦσι τὴν πρὸς αὑτοὺς ὀργὴν τῶν ἅπαξ ἐξαμαρτόντων. —
ὅτι ὁ Λυκόρτας ὁ τῶν Ἀχαιῶν στρατηγὸς τοὺς Μεσσηνίους καταπληξάμενος τῷ πολέμῳ
πάλαι μὲν οἱ Μεσσήνιοι καταπεπληγμένοι τὸν πρὸ τοῦ χρόνον τοὺς προεστῶτας, τότε μόλις ἐθάρρησάν τινες αὐτῶν φωνὴν ἀφιέναι, πιστεύσαντες τῇ τῶν πολεμίων ἐφεδρείᾳ, καὶ λέγειν ὅτι δεῖ πρεσβεύειν ὑπὲρ διαλύσεως.
οἱ μὲν οὖν περὶ τὸν Δεινοκράτην οὐκέτι δυνάμενοι πρὸς τὸ πλῆθος ἀντοφθαλμεῖν διὰ τὸ περιέχεσθαι τοῖς πράγμασιν εἴξαντες ἀνεχώρησαν εἰς τὰς ἰδίας οἰκήσεις.
οἱ δὲ πολλοὶ παρακληθέντες ὑπό τε τῶν πρεσβυτέρων καὶ μάλιστα τῶν ἐκ Βοιωτίας πρεσβευτῶν,
οἳ πρότερον ἤδη παραγεγονότες ἐπὶ τὰς διαλύσεις, Ἐπαίνετος καὶ Ἀπολλόδωρος, εὐκαίρως τότε παρέτυχον ἐν τῇ Μεσσήνῃ, ταχέως ἐπακολουθήσαντες ἐπὶ τὰς διαλύσεις οἱ Μεσσήνιοι κατέστησαν πρεσβευτὰς καὶ τούτους ἐξέπεμψαν, δεόμενοι τυχεῖν συγγνώμης ἐπὶ τοῖς ἡμαρτημένοις.