Kitap 21
περὶ δὲ τῶν ἄλλων ἀγνοεῖν αὐτὸν ἔφη καὶ παραπαίειν ὁλοσχερῶς τοῦ σφετέρου συμφέροντος οὐ μόνον κατὰ τὴν πρὸς αὑτὸν ἔντευξιν, ἀλλὰ καὶ κατὰ τὴν πρὸς τὸ συνέδριον.
εἰ μὲν γὰρ ἔτι Λυσιμαχείας καὶ τῆς εἰς τὴν Χερρόνησον εἰσόδου κύριος ὑπάρχων ταῦτα προύτεινε, ταχέως ἂν αὐτὸν ἐπιτυχεῖν.
ὁμοίως, εἰ καὶ τούτων ἐκχωρήσας παραγεγόνει πρὸς τὸν Ἑλλήσποντον μετὰ τῆς δυνάμεως καὶ δῆλος ὢν ὅτι κωλύσει τὴν διάβασιν ἡμῶν ἐπρέσβευε περὶ τῶν αὐτῶν τούτων, ἦν ἂν οὕτως αὐτὸν ἐφικέσθαι τῶν ἀξιουμένων.
ὅτε δʼ ἐάσας ἐπιβῆναι τῆς Ἀσίας τὰς ἡμετέρας δυνάμεις καὶ προσδεξάμενος οὐ μόνον τὸν χαλινόν, ἀλλὰ καὶ τὸν ἀναβάτην παραγίνεται πρεσβεύων περὶ διαλύσεων ἴσων, εἰκότως αὐτὸν ἀποτυγχάνειν καὶ διεψεῦσθαι τῶν ἐλπίδων.
διόπερ αὐτῷ παρῄνει βέλτιον βουλεύεσθαι περὶ τῶν ἐνεστώτων καὶ βλέπειν τοὺς καιροὺς ἀληθινῶς.
ἀντὶ δὲ τῆς κατὰ τὸν υἱὸν ἐπαγγελίας ὑπισχνεῖτο δώσειν αὐτῷ συμβουλίαν ἀξίαν τῆς προτεινομένης χάριτος· παρεκάλει γὰρ αὐτὸν εἰς πᾶν συγκαταβαίνειν, μάχεσθαι δὲ κατὰ μηδένα τρόπον Ῥωμαίοις.
ὁ μὲν οὖν Ἡρακλείδης ταῦτʼ ἀκούσας ἐπανῆλθε καὶ συμμίξας διεσάφει τῷ βασιλεῖ τὰ κατὰ μέρος·
Ἀντίοχος δὲ νομίσας οὐδὲν ἂν βαρύτερον αὑτῷ γενέσθαι πρόσταγμα τῶν νῦν ἐπιταττομένων, εἰ λειφθείη μαχόμενος, τῆς μὲν περὶ τὰς διαλύσεις ἀσχολίας ἀπέστη, τὰ δὲ πρὸς ἀγῶνα πάντα καὶ πανταχόθεν ἡτοίμαζεν. —
ὅτι μετὰ τὴν νίκην οἱ Ῥωμαῖοι τὴν αὑτῶν πρὸς Ἀντίοχον παρειληφότες καὶ τὰς Σάρδεις καὶ τὰς ἀκροπόλεις ἄρτι ἧκε Μουσαῖος ἐπικηρυκευόμενος παρʼ Ἀντιόχου.
τῶν δὲ περὶ τὸν Πόπλιον φιλανθρώπως προσδεξαμένων αὐτόν, ἔφη βούλεσθαι τὸν Ἀντίοχον ἐξαποσταλῆναι πρεσβευτὰς τοὺς διαλεχθησομένους ὑπὲρ τῶν ὅλων.
διόπερ ἀσφάλειαν ἠξίου δοθῆναι τοῖς παραγινομένοις. τῶν δὲ συγχωρησάντων οὗτος μὲν ἐπανῆλθεν,
μετὰ δέ τινας ἡμέρας ἧκον πρέσβεις παρὰ τοῦ βασιλέως Ἀντιόχου Ζεῦξις ὁ πρότερον ὑπάρχων Λυδίας σατράπης καὶ Ἀντίπατρος ἀδελφιδοῦς.
οὗτοι δὲ πρῶτον μὲν ἔσπευδον ἐντυχεῖν Εὐμένει τῷ βασιλεῖ, διευλαβούμενοι μὴ διὰ τὴν προγεγενημένην παρατριβὴν φιλοτιμότερος ᾖ πρὸς τὸ βλάπτειν αὐτούς.
εὑρόντες δὲ παρὰ τὴν προσδοκίαν μέτριον αὐτὸν καὶ πρᾷον, εὐθέως ἐγίνοντο περὶ τὴν κοινὴν ἔντευξιν.
κληθέντες δʼ εἰς τὸ συνέδριον πολλὰ μὲν καὶ ἕτερα διελέχθησαν, παρακαλοῦντες πρᾴως χρήσασθαι καὶ μεγαλοψύχως τοῖς εὐτυχήμασι,
φάσκοντες οὐχ οὕτως Ἀντιόχῳ τοῦτο συμφέρειν ὡς αὐτοῖς Ῥωμαίοις, ἐπείπερ ἡ τύχη παρέδωκεν αὐτοῖς τὴν τῆς οἰκουμένης ἀρχὴν καὶ δυναστείαν·
τὸ δὲ συνέχον ἠρώτων τί δεῖ ποιήσαντας τυχεῖν τῆς εἰρήνης καὶ τῆς φιλίας τῆς πρὸς Ῥωμαίους.
οἱ δʼ ἐν τῷ συνεδρίῳ πρότερον ἤδη συνηδρευκότες καὶ βεβουλευμένοι περὶ τούτων, τότʼ ἐκέλευον διασαφεῖν τὰ δεδογμένα τὸν Πόπλιον.
ὁ δὲ προειρημένος ἀνὴρ οὔτε νικήσαντας ἔφη Ῥωμαίους οὐδέποτε γενέσθαι βαρυτέρους,
διὸ καὶ νῦν αὐτοῖς τὴν αὐτὴν ἀπόκρισιν δοθήσεσθαι παρὰ Ῥωμαίων, ἣν καὶ πρότερον ἔλαβον, ὅτε πρὸ τῆς μάχης παρεγενήθησαν ἐπὶ τὸν Ἑλλήσποντον.
δεῖν γὰρ αὐτοὺς ἔκ τε τῆς Εὐρώπης ἐκχωρεῖν καὶ τῆς Ἀσίας τῆς ἐπὶ τάδε τοῦ Ταύρου πάσης.
πρὸς δὲ τούτοις Εὐβοϊκὰ τάλαντʼ ἐπιδοῦναι μύρια καὶ πεντακισχίλια Ῥωμαίοις ἀντὶ τῆς εἰς τὸν πόλεμον δαπάνης.
τούτων δὲ πεντακόσια μὲν παραχρῆμα, δισχίλια δὲ καὶ πεντακόσια πάλιν, ἐπειδὰν ὁ δῆμος κυρώσῃ τὰς διαλύσεις, τὰ δὲ λοιπὰ τελεῖν ἐν ἔτεσι δώδεκα, διδόντα καθʼ ἕκαστον ἔτος χίλια τάλαντα.
ἀποδοῦναι δὲ καὶ Εὐμένει τετρακόσια τάλαντα τὰ προσοφειλόμενα καὶ τὸν ἐλλείποντα σῖτον κατὰ τὰς πρὸς τὸν πατέρα συνθήκας.
σὺν δὲ τούτοις Ἀννίβαν ἐκδοῦναι τὸν Καρχηδόνιον καὶ Θόαντα τὸν Αἰτωλὸν καὶ Μνασίλοχον Ἀκαρνᾶνα καὶ Φίλωνα καὶ Εὐβουλίδαν τοὺς Χαλκιδέας.
πίστιν δὲ τούτων ὁμήρους εἴκοσι δοῦναι παραχρῆμα τὸν Ἀντίοχον τοὺς παραγραφέντας.
ταῦτα μὲν οὖν ὁ Πόπλιος ἀπεφήναθʼ ὑπὲρ παντὸς τοῦ συνεδρίου. συγκαταθεμένων δὲ τῶν περὶ τὸν Ἀντίπατρον καὶ Ζεῦξιν, ἔδοξε πᾶσιν ἐξαποστεῖλαι πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς παρακαλέσοντας τὴν σύγκλητον καὶ τὸν δῆμον ἐπικυρῶσαι τὰς συνθήκας.
καὶ τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν, ταῖς δʼ ἑξῆς ἡμέραις οἱ Ῥωμαῖοι διεῖλον τὰς δυνάμεις
μετὰ δέ τινας ἡμέρας παραγενομένων τῶν ὁμήρων εἰς τὴν Ἔφεσον, εὐθέως ἐγίνοντο περὶ τὸ πλεῖν εἰς τὴν Ῥώμην ὅ τʼ Εὐμένης οἵ τε παρʼ Ἀντιόχου πρεσβευταί,
παραπλησίως δὲ καὶ παρὰ Ῥοδίων καὶ παρὰ Σμυρναίων καὶ σχεδὸν τῶν ἐπὶ τάδε τοῦ Ταύρου πάντων τῶν κατοικούντων ἐθνῶν καὶ πολιτευμάτων ἐπρέσβευον εἰς τὴν Ῥώμην.
ὅτι ἤδη τῆς θερείας ἐνισταμένης μετὰ τὴν νίκην τῶν Ῥωμαίων τὴν πρὸς Ἀντίοχον παρῆν ὅ τε βασιλεὺς Εὐμένης οἵ τε παρʼ Ἀντιόχου πρέσβεις οἵ τε παρὰ τῶν Ῥοδίων, ὁμοίως δὲ καὶ παρὰ τῶν ἄλλων·
σχεδὸν γὰρ ἅπαντες οἱ κατὰ τὴν Ἀσίαν εὐθέως μετὰ τὸ γενέσθαι τὴν μάχην ἔπεμπον πρεσβευτὰς εἰς τὴν Ῥώμην, διὰ τὸ πᾶσιν τότε καὶ πάσας τὰς ὑπὲρ τοῦ μέλλοντος ἐλπίδας ἐν τῇ συγκλήτῳ κεῖσθαι.
ἅπαντας μὲν οὖν τοὺς παραγενομένους ἐπεδέχετο φιλανθρώπως ἡ σύγκλητος, μεγαλομερέστατα δὲ καὶ κατὰ τὴν ἀπάντησιν καὶ τὰς τῶν ξενίων παροχὰς Εὐμένη τὸν βασιλέα, μετὰ δὲ τοῦτον τοὺς Ῥοδίους.
ἐπειδὴ δʼ ὁ τῆς ἐντεύξεως καιρὸς ἦλθεν, εἰσεκαλέσαντο πρῶτον τὸν βασιλέα καὶ λέγειν ἠξίουν μετὰ παρρησίας ὧν βούλεται τυχεῖν παρὰ τῆς συγκλήτου.
τοῦ δʼ Εὐμένους φήσαντος διότι εἰ καὶ παρʼ ἑτέρων τυχεῖν τινος ἐβούλετο φιλανθρώπου, Ῥωμαίοις ἂν ἐχρήσατο συμβούλοις πρὸς τὸ μήτʼ ἐπιθυμεῖν μηδενὸς παρὰ τὸ δέον μήτʼ ἀξιοῦν μηδʼ ἓν πέρα τοῦ καθήκοντος·
ὁπότε δʼ αὐτῶν πάρεστι δεόμενος Ῥωμαίων, ἄριστον εἶναι νομίζει τὸ διδόναι τὴν ἐπιτροπὴν ἐκείνοις καὶ περὶ αὑτοῦ καὶ περὶ τῶν ἀδελφῶν·
τῶν δὲ πρεσβυτέρων τινὸς ἀναστάντος καὶ κελεύοντος μὴ κατορρωδεῖν, ἀλλὰ λέγειν τὸ φαινόμενον, διότι πρόκειται τῇ συγκλήτῳ πᾶν αὐτῷ χαρίζεσθαι τὸ δυνατόν, ἔμεινεν ἐπὶ τῆς αὐτῆς γνώμης. χρόνου δʼ ἐγγινομένου ὁ μὲν βασιλεὺς ἐξεχώρησεν,
ἡ δὲ ἐντὸς ἐβουλεύετο τί δεῖ ποιεῖν.
ἔδοξεν οὖν τὸν Εὐμένη παρακαλεῖν αὐτὸν ὑποδεικνύναι θαρροῦντα περὶ ὧν πάρεστιν· καὶ γὰρ εἰδέναι τὰ διαφέροντα τοῖς ἰδίοις πράγμασιν ἐκεῖνον ἀκριβέστερον τὰ κατὰ τὴν Ἀσίαν.
δοξάντων δὲ τούτων εἰσεκλήθη, καὶ τῶν πρεσβυτέρων τινὸς ἀποδείξαντος τὰ δεδογμένα λέγειν