Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 21

 
περὶ δὲ τοῦ βασιλέως Εὐμένους καὶ τῶν ἀδελφῶν ἔν τε ταῖς πρὸς Ἀντίοχον συνθήκαις τὴν ἐνδεχομένην πρόνοιαν ἐποιήσαντο καὶ τότε τῆς μὲν Εὐρώπης αὐτῷ προσέθηκαν Χερρόνησον καὶ Λυσιμάχειαν καὶ τὰ προσοροῦντα τούτοις ἐρύματα καὶ χώραν, ἧς Ἀντίοχος ἐπῆρχεν·
 
τῆς δʼ Ἀσίας Φρυγίαν τὴν ἐφʼ Ἑλλησπόντου, Φρυγίαν τὴν μεγάλην, Μυσούς, οὓς Προυσίας πρότερον αὐτοῦ παρεσπάσατο, Λυκαονίαν, Μιλυάδα, Λυδίαν, Τράλλεις, Ἔφεσον, Τελμεσσόν.
 
ταύτας μὲν οὖν ἔδωκαν Εὐμένει τὰς δωρεάς· περὶ δὲ τῆς Παμφυλίας, Εὐμένους μὲν εἶναι φάσκοντος αὐτὴν ἐπὶ τάδε τοῦ Ταύρου, τῶν δὲ παρʼ Ἀντιόχου πρεσβευτῶν ἐπέκεινα, διαπορήσαντες ἀνέθεντο περὶ τούτων εἰς τὴν σύγκλητον.
 
σχεδὸν δὲ τῶν ἀναγκαιοτάτων καὶ πλείστων αὐτοῖς διῳκημένων, ἀναζεύξαντες προῆγον ἐφʼ Ἑλλήσποντον, βουλόμενοι κατὰ τὴν πάροδον ἔτι τὰ πρὸς τοὺς Γαλάτας ἀσφαλίσασθαι. —
 
ὅτι τῶν Ῥωμαίων κατὰ τὴν ἐπάνοδον παρὰ τῶν Θρᾳκῶν πολλὰ δεινὰ ναρ Ῥωμαίων στρατιω οὐκ ἂν φήσειε κα εὐμαρὲς φυ?λαδι ἂν περὶ τὰς ἰδίας βαιν εστιν ν ησα?μενου?ς ν !εναιρομνς πράξεις
← Önceki 13 / 13

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi