Kitap 21
ὅτι κατὰ τὸν καιρὸν τοῦτον συνέβη καὶ τὴν ἐκ τῆς Ῥώμης πρεσβείαν, ἣν ἀπέστειλαν οἱ Λακεδαιμόνιοι, παραγενέσθαι διεψευσμένην τῶν ἐλπίδων.
ἐπρέσβευον μὲν γὰρ περὶ τῶν ὁμήρων καὶ τῶν κωμῶν·
ἡ δὲ σύγκλητος περὶ μὲν τῶν κωμῶν ἔφησεν ἐντολὰς δώσειν τοῖς παρʼ αὐτῶν ἀποστελλομένοις πρέσβεσιν, περὶ δὲ τῶν ὁμήρων ἔτι βουλεύσασθαι θέλειν.
περὶ δὲ τῶν φυγάδων τῶν ἀρχαίων θαυμάζειν ἔφησαν, πῶς οὐ κατάγουσιν αὐτοὺς εἰς τὴν οἰκείαν, ἠλευθερωμένης τῆς Σπάρτης. —
ὅτι τοῖς Ῥωμαίοις τῆς κατὰ τὴν ναυμαχίαν νίκης ἄρτι προσηγγελμένης, πρῶτον μὲν τῷ δήμῳ παρήγγειλαν ἐλινύας ἄγειν ἡμέρας ἐννέα —
τοῦτο δʼ ἔστιν σχολάζειν πανδημεὶ καὶ θύειν τοῖς θεοῖς χαριστήρια τῶν εὐτυχημάτων —
μετὰ δὲ ταῦτα τοὺς παρὰ τῶν Αἰτωλῶν πρέσβεις καὶ τοὺς παρὰ τοῦ Μανίου προσῆγον τῇ συγκλήτῳ. γενομένων δὲ πλειόνων παρʼ ἀμφοῖν λόγων,
ἔδοξε τῷ συνεδρίῳ δύο προτείνειν γνώμας τοῖς Αἰτωλοῖς, ἢ διδόναι τὴν ἐπιτροπὴν περὶ πάντων τῶν καθʼ αὑτοὺς ἢ χίλια τάλαντα παραχρῆμα δοῦναι καὶ τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον νομίζειν Ῥωμαίοις.
τῶν δʼ Αἰτωλῶν ἀξιούντων διασαφῆσαι ῥητῶς ἐπὶ τίσι δεῖ διδόναι τὴν ἐπιτροπήν, οὐ προσδέχεται τὴν διαστολὴν ἡ σύγκλητος. διὸ καὶ τούτοις γέγονε κατάμονος ὁ πόλεμος.
ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἡ σύγκλητος ἐχρημάτισε τοῖς παρὰ Φιλίππου πρεσβευταῖς·
ἧκον γὰρ παρʼ αὐτοῦ πρέσβεις ἀπολογιζόμενοι τὴν εὔνοιαν καὶ προθυμίαν, ἣν παρέσχηται Ῥωμαίοις ὁ βασιλεὺς ἐν τῷ πρὸς Ἀντίοχον πολέμῳ.
ὧν διακούσασα τὸν μὲν υἱὸν Δημήτριον ἀπέλυσε τῆς ὁμηρείας παραχρῆμα· ὁμοίως δὲ καὶ τῶν φόρων ἐπηγγείλατο παραλύσειν, διαφυλάξαντος αὐτοῦ τὴν πίστιν ἐν τοῖς ἐνεστῶσι καιροῖς.
παραπλησίως δὲ καὶ τοὺς τῶν Λακεδαιμονίων ὁμήρους ἀφῆκε πλὴν Ἀρμένα τοῦ Νάβιδος υἱοῦ· τοῦτον δὲ μετὰ ταῦτα συνέβη νόσῳ μεταλλάξαι τὸν βίον.
ὅτι καὶ κατὰ τὴν Ἑλλάδα, πρεσβείας παραγενομένης εἰς Ἀχαΐαν παρʼ Εὐμένους τοῦ βασιλέως ὑπὲρ συμμαχίας,
ἁθροισθέντες εἰς ἐκκλησίαν οἱ πολλοὶ τῶν Ἀχαιῶν τήν τε συμμαχίαν ἐπεκύρωσαν καὶ νεανίσκους ἐξαπέστειλαν, πεζοὺς μὲν χιλίους ἱππεῖς δʼ ἑκατόν, ὧν ἡγεῖτο Διοφάνης ὁ Μεγαλοπολίτης. —
ὅτι πολιορκουμένων τῶν Ἀμφισσέων ὑπὸ Μανίου τοῦ Ῥωμαίων στρατηγοῦ, κατὰ τὸν καιρὸν τοῦτον ὁ τῶν Ἀθηναίων δῆμος, πυνθανόμενος τήν τε τῶν Ἀμφισσέων ταλαιπωρίαν καὶ τὴν τοῦ Ποπλίου παρουσίαν, ἐξαπέστειλε πρεσβευτὰς τοὺς περὶ τὸν Ἐχέδημον,
ἐντειλάμενος ἅμα μὲν ἀσπάσασθαι τοὺς περὶ τὸν Λεύκιον καὶ Πόπλιον, ἅμα δὲ καταπειράζειν τῆς πρὸς Αἰτωλοὺς διαλύσεως.
ὧν παραγενομένων ἀσμένως ἀποδεξάμενος ὁ Πόπλιος ἐφιλανθρώπει τοὺς ἄνδρας, θεωρῶν ὅτι παρέξονται χρείαν αὐτῷ πρὸς τὰς προκειμένας ἐπιβολάς.
ὁ γὰρ προειρημένος ἀνὴρ ἐβούλετο θέσθαι μὲν καλῶς τὰ κατὰ τοὺς Αἰτωλούς· εἰ δὲ μὴ συνυπακούοιεν, πάντως διειλήφει παραλιπὼν ταῦτα διαβαίνειν εἰς τὴν Ἀσίαν,
σαφῶς γινώσκων διότι τὸ τέλος ἐστὶ τοῦ πολέμου καὶ τῆς ὅλης ἐπιβολῆς οὐκ ἐν τῷ χειρώσασθαι τὸ τῶν Αἰτωλῶν ἔθνος, ἀλλʼ ἐν τῷ νικήσαντας τὸν Ἀντίοχον κρατῆσαι τῆς Ἀσίας.
διόπερ ἅμα τῷ μνησθῆναι τοὺς Ἀθηναίους ὑπὲρ τῆς διαλύσεως, ἑτοίμως προσδεξάμενος τοὺς λόγους ἐκέλευσε παραπλησίως πειράζειν αὐτοὺς καὶ τῶν Αἰτωλῶν.
οἱ δὲ περὶ τὸν Ἐχέδημον, προδιαπεμψάμενοι καὶ μετὰ ταῦτα πορευθέντες εἰς τὴν Ὑπάταν αὐτοί, διελέγοντο περὶ τῆς διαλύσεως τοῖς ἄρχουσι τῶν Αἰτωλῶν.
ἑτοίμως δὲ κἀκείνων συνυπακουόντων κατεστάθησαν οἱ συμμίξοντες τοῖς Ῥωμαίοις·
οἳ καὶ παραγενόμενοι πρὸς τοὺς περὶ τὸν Πόπλιον, καταλαβόντες αὐτοὺς στρατοπεδεύοντας ἐν ἑξήκοντα σταδίοις ἀπὸ τῆς Ἀμφίσσης, πολλοὺς διετίθεντο λόγους, ἀναμιμνήσκοντες τῶν γεγονότων σφίσι φιλανθρώπων πρὸς Ῥωμαίους.
ἔτι δὲ πρᾳότερον καὶ φιλανθρωπότερον ὁμιλήσαντος τοῦ Ποπλίου καὶ προφερομένου τάς τε κατὰ τὴν Ἰβηρίαν καὶ τὴν Λιβύην πράξεις καὶ διασαφοῦντος τίνα τρόπον κέχρηται τοῖς κατʼ ἐκείνους τοὺς τόπους αὐτῷ πιστεύσασιν καὶ τέλος οἰομένου δεῖν ἐγχειρίζειν σφᾶς αὑτῷ καὶ πιστεύειν,
τὰς μὲν ἀρχὰς ἅπαντες οἱ παρόντες εὐέλπιδες ἐγενήθησαν, ὡς αὐτίκα μάλα τελεσιουργηθησομένης τῆς διαλύσεως·
ἐπεὶ δέ, πυθομένων τῶν Αἰτωλῶν ἐπὶ τίσι δεῖ ποιεῖσθαι τὴν εἰρήνην, ὁ Λεύκιος διεσάφησεν διότι δυεῖν προκειμένων αὐτοῖς αἵρεσις ὑπάρχει —
δεῖν γὰρ ἢ τὴν ἐπιτροπὴν διδόναι περὶ πάντων τῶν καθʼ αὑτοὺς ἢ χίλια τάλαντα παραχρῆμα καὶ τὸν αὐτὸν ἐχθρὸν αἱρεῖσθαι καὶ φίλον Ῥωμαίοις —
ἐδυσχρήστησαν μὲν οἱ παρόντες τῶν Αἰτωλῶν ὡς ἔνι μάλιστα διὰ τὸ μὴ γίνεσθαι τὴν ἀπόφασιν ἀκόλουθον τῇ προγενομένῃ λαλιᾷ, πλὴν ἐπανοίσειν ἔφασαν ὑπὲρ τῶν ἐπιταττομένων τοῖς Αἰτωλοῖς.
οὗτοι μὲν οὖν ἐπανῄεσαν βουλευσόμενοι περὶ τῶν προειρημένων·
οἱ δὲ περὶ τὸν Ἐχέδημον συμμίξαντες τοῖς ἀποκλήτοις ἐβουλεύοντο περὶ τῶν προειρημένων.
ἦν δὲ τῶν ἐπιταττομένων τὸ μὲν ἀδύνατον διὰ τὸ πλῆθος τῶν χρημάτων, τὸ δὲ φοβερὸν διὰ τὸ πρότερον αὐτοὺς ἀπατηθῆναι, καθʼ ὃν καιρὸν ἐπινεύσαντες ὑπὲρ τῆς ἐπιτροπῆς παρὰ μικρὸν εἰς τὴν ἅλυσιν ἐνέπεσον.
διόπερ ἀπορούμενοι καὶ δυσχρηστούμενοι περὶ ταῦτα πάλιν ἐξέπεμπον τοὺς αὐτοὺς δεησομένους ἢ τῶν χρημάτων ἀφελεῖν, ἵνα δύνωνται τελεῖν, ἢ τῆς ἐπιτροπῆς ἐκτὸς ποιῆσαι τοὺς πολιτικοὺς ἄνδρας καὶ τὰς γυναῖκας.
οἳ καὶ συμμίξαντες τοῖς περὶ τὸν Πόπλιον διεσάφουν τὰ δεδογμένα.
τοῦ δὲ Λευκίου φήσαντος ἐπὶ τούτοις ἔχειν παρὰ τῆς συγκλήτου τὴν ἐξουσίαν, ἐφʼ οἷς ἀρτίως εἶπεν, οὗτοι μὲν αὖθις ἐπανῆλθον,
οἱ δὲ περὶ τὸν Ἐχέδημον ἐπακολουθήσαντες εἰς τὴν Ὑπάταν συνεβούλευσαν τοῖς Αἰτωλοῖς, ἐπεὶ τὰ τῆς διαλύσεως ἐμποδίζοιτο κατὰ τὸ παρόν, ἀνοχὰς αἰτησαμένους καὶ τῶν ἐνεστώτων κακῶν ὑπέρθεσιν ποιησαμένους πρεσβεύειν πρὸς τὴν σύγκλητον, κἂν μὲν ἐπιτυγχάνωσι περὶ τῶν ἀξιουμένων·
εἰ δὲ μή, τοῖς καιροῖς ἐφεδρεύειν.
χείρω μὲν γὰρ ἀδύνατον γενέσθαι τῶν ὑποκειμένων τὰ περὶ σφᾶς, βελτίω γε μὴν οὐκ ἀδύνατον διὰ πολλὰς αἰτίας.
φανέντων δὲ καλῶς λέγειν τῶν περὶ τὸν Ἐχέδημον, ἔδοξε πρεσβεύειν τοῖς Αἰτωλοῖς ὑπὲρ τῶν ἀνοχῶν.