Kitap 20
καὶ αὖθις Πολύβιος· τριάκοντα τῶν ἀποκλήτων προεχειρίσαντο τοὺς συνεδρεύσοντας μετὰ τοῦ βασιλέως. καὶ αὖθις· ὁ δὲ συνῆγε τοὺς ἀποκλήτους καὶ διαβούλιον ἀνεδίδου περὶ τῶν ἐνεστώτων. —
ὅτι φιλίππου πρεσβεύσαντος πρὸς Βοιωτοὺς οἱ Βοιωτοὶ ἀπεκρίθησαν τοῖς πρεσβευταῖς διότι παραγενομένου τοῦ βασιλέως πρὸς αὐτούς, τότε βουλεύσονται περὶ τῶν παρακαλουμένων. —
ὅτι Ἀντιόχου διατρίβοντος ἐν τῇ Χαλκίδι καὶ τοῦ χειμῶνος καταρχομένου παρεγένοντο πρὸς αὐτὸν πρεσβευταὶ παρὰ μὲν τοῦ τῶν Ἠπειρωτῶν ἔθνους οἱ περὶ Χάροπα, παρὰ δὲ τῆς τῶν Ἠλείων πόλεως οἱ περὶ Καλλίστρατον.
οἱ μὲν οὖν Ἠπειρῶται παρεκάλουν αὐτὸν μὴ προεμβιβάζειν σφᾶς εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον, θεωροῦντα διότι πρόκεινται πάσης τῆς Ἑλλάδος πρὸς τὴν Ἰταλίαν·
ἀλλʼ εἰ μὲν αὐτὸς δύναται προκαθίσας τῆς Ἠπείρου παρασκευάζειν σφίσι τὴν ἀσφάλειαν, ἔφασαν αὐτὸν δέξασθαι καὶ ταῖς πόλεσι καὶ τοῖς λιμέσιν·
εἰ δὲ μὴ κρίνει τοῦτο πράττειν κατὰ τὸ παρόν, συγγνώμην ἔχειν ἠξίουν αὐτοῖς δεδιόσι τὸν ἀπὸ Ῥωμαίων πόλεμον.
οἱ δʼ Ἠλεῖοι παρεκάλουν πέμπειν τῇ πόλει βοήθειαν· ἐψηφισμένων γὰρ τῶν Ἀχαιῶν τὸν πόλεμον εὐλαβεῖσθαι τὴν τούτων ἔφοδον.
ὁ δὲ βασιλεὺς τοῖς μὲν Ἠπειρώταις ἀπεκρίθη διότι πέμψει πρεσβευτὰς τοὺς διαλεχθησομένους αὐτοῖς ὑπὲρ τῶν κοινῇ συμφερόντων,
τοῖς δʼ Ἠλείοις ἐξαπέστειλε χιλίους πεζούς, ἡγεμόνα συστήσας Εὐφάνη τὸν Κρῆτα. —
ὅτι Βοιωτοὶ ἐκ πολλῶν ἤδη χρόνων καχεκτοῦντες ἦσαν καὶ μεγάλην εἶχον διαφορὰν πρὸς τὴν γεγενημένην εὐεξίαν καὶ δόξαν αὐτῶν τῆς πολιτείας.
οὗτοι γὰρ μεγάλην περιποιησάμενοι καὶ δόξαν καὶ δύναμιν ἐν τοῖς Λευκτρικοῖς καιροῖς, οὐκ οἶδʼ ὅπως κατὰ τὸ συνεχὲς ἐν τοῖς ἑξῆς χρόνοις ἀφῄρουν ἀμφοτέρων αἰεὶ τῶν προειρημένων, ἔχοντες στρατηγὸν Ἀβαιόκριτον.
ἀπὸ δὲ τούτων τῶν καιρῶν οὐ μόνον ἀφῄρουν, ἀλλʼ ἁπλῶς εἰς τἀναντία τραπέντες καὶ τὴν πρὸ τοῦ δόξαν ἐφʼ ὅσον οἷοί τʼ ἦσαν ἠμαύρωσαν.
Ἀχαιῶν γὰρ αὐτοὺς πρὸς Αἰτωλοὺς ἐκπολεμωσάντων, μετασχόντες τούτοις τῆς αὐτῆς αἱρέσεως καὶ ποιησάμενοι συμμαχίαν, μετὰ ταῦτα κατὰ τὸ συνεχὲς ἐπολέμουν πρὸς Αἰτωλούς.
ἐμβαλόντων δὲ μετὰ δυνάμεως εἰς τὴν Βοιωτίαν τῶν Αἰτωλῶν ἐκστρατεύσαντες πανδημεί, καὶ τῶν Ἀχαιῶν ἡθροισμένων καὶ μελλόντων παραβοηθεῖν οὐκ ἐκδεξάμενοι τὴν τούτων παρουσίαν συνέβαλον τοῖς Αἰτωλοῖς,
ἡττηθέντες δὲ κατὰ τὸν κίνδυνον οὕτως ἀνέπεσον ταῖς ψυχαῖς ὥστʼ ἀπʼ ἐκείνης τῆς χρείας ἁπλῶς οὐδενὸς ἔτι τῶν καλῶν ἀμφισβητεῖν ἐτόλμησαν οὐδʼ ἐκοινώνησαν οὔτε πράξεως οὔτʼ ἀγῶνος οὐδενὸς ἔτι τοῖς Ἕλλησι μετὰ κοινοῦ δόγματος,
ἀλλʼ ὁρμήσαντες πρὸς εὐωχίαν καὶ μέθας οὐ μόνον τοῖς σώμασιν ἐξελύθησαν, ἀλλὰ καὶ ταῖς ψυχαῖς.
τὰ δὲ κεφάλαια τῆς κατὰ μέρος ἀγνοίας ἐχειρίσθη παρʼ αὐτοῖς τὸν τρόπον τοῦτον.
μετὰ γὰρ τὴν προειρημένην ἧτταν εὐθέως ἐγκαταλιπόντες τοὺς Ἀχαιοὺς προσένειμαν Αἰτωλοῖς τὸ ἔθνος.
ἀνελομένων δὲ καὶ τούτων πόλεμον μετά τινα χρόνον πρὸς Δημήτριον τὸν Φιλίππου πατέρα, πάλιν ἐγκαταλιπόντες τούτους, καὶ παραγενομένου Δημητρίου μετὰ δυνάμεως εἰς τὴν Βοιωτίαν οὐδενὸς πεῖραν λαβόντες τῶν δεινῶν, ὑπέταξαν σφᾶς αὐτοὺς ὁλοσχερῶς Μακεδόσι.
βραχέος δʼ αἰθύγματος ἐγκαταλειπομένου τῆς προγονικῆς δόξης, ἦσάν τινες οἳ δυσηρεστοῦντο τῇ παρούσῃ καταστάσει καὶ τῷ πάντα πείθεσθαι Μακεδόσι.
διὸ καὶ μεγάλην ἀντιπολιτείαν εἶναι συνέβαινε τούτοις πρὸς τοὺς περὶ τὸν Ἀσκώνδαν καὶ Νέωνα, τοὺς Βραχύλλου προγόνους· οὗτοι γὰρ ἦσαν οἱ μάλιστα τότε μακεδονίζοντες.
οὐ μὴν ἀλλὰ τέλος κατίσχυσαν οἱ περὶ τὸν Ἀσκώνδαν γενομένης τινὸς περιπετείας τοιαύτης.
Ἀντίγονος μετὰ τὸν Δημητρίου θάνατον ἐπιτροπεύσας Φιλίππου, πλέων ἐπί τινας πράξεις πρὸς τὰς ἐσχατιὰς τῆς Βοιωτίας πρὸς Λάρυμναν, παραδόξου γενομένης ἀμπώτεως ἐκάθισαν εἰς τὸ ξηρὸν αἱ νῆες αὐτοῦ.
κατὰ δὲ τὸν καιρὸν τοῦτον προσπεπτωκυίας φήμης ὅτι μέλλει κατατρέχειν τὴν χώραν Ἀντίγονος, Νέων, ἱππαρχῶν τότε καὶ πάντας τοὺς Βοιωτῶν ἱππεῖς μεθʼ αὑτοῦ περιαγόμενος χάριν τοῦ παραφυλάττειν τὴν χώραν, ἐπεγένετο τοῖς περὶ τὸν Ἀντίγονον ἀπορουμένοις καὶ δυσχρηστουμένοις διὰ τὸ συμβεβηκός,
καὶ δυνάμενος μεγάλα βλάψαι τοὺς Μακεδόνας ἔδοξε φείσασθαι παρὰ τὴν προσδοκίαν αὐτῶν.
τοῖς μὲν οὖν ἄλλοις Βοιωτοῖς ἤρεσκε τοῦτο πράξας, τοῖς δὲ Θηβαίοις οὐχ ὅλως εὐδόκει τὸ γεγονός. ὁ δʼ Ἀντίγονος,
ἐπελθούσης μετʼ ὀλίγον τῆς πλήμης καὶ κουφισθεισῶν τῶν νεῶν, τῷ μὲν Νέωνι μεγάλην εἶχε χάριν ἐπὶ τῷ μὴ συνεπιτεθεῖσθαι σφίσι κατὰ τὴν περιπέτειαν, αὐτὸς δὲ τὸν προκείμενον ἐτέλει πλοῦν εἰς τὴν Ἀσίαν.
διὸ καὶ μετὰ ταῦτα, νικήσας Κλεομένη τὸν Σπαρτιάτην καὶ κύριος γενόμενος τῆς Λακεδαίμονος, ἐπιστάτην ἀπέλειπε τῆς πόλεως Βραχύλλην, ταύτην αὐτῷ χάριν ἀποδιδοὺς τῆς τοῦ πατρὸς Νέωνος εὐεργεσίας· ἐξ ὧν οὐδὲ κατὰ μικρὸν συνέβη τὴν οἰκίαν ἐπανορθωθῆναι τὴν περὶ τὸν Βραχύλλην.
οὐ μόνον δὲ ταύτην αὐτῶν ἔσχε τὴν πρόνοιαν, ἀλλὰ καὶ κατὰ τὸ συνεχές, ὁτὲ μὲν αὐτός, ὁτὲ δὲ Φιλίππος, χορηγοῦντες καὶ συνεπισχύοντες αἰεί, ταχέως κατηγωνίσαντο τοὺς ἐν ταῖς Θήβαις αὐτοῖς ἀντιπολιτευομένους καὶ πάντας ἠνάγκασαν μακεδονίζειν πλὴν τελέως ὀλίγων τινῶν.
τὰ μὲν οὖν κατὰ τὴν οἰκίαν τὴν Νέωνος τοιαύτην ἔλαβε τὴν ἀρχὴν καὶ τῆς πρὸς Μακεδόνας συστάσεως
καὶ τῆς κατὰ τὴν οὐσίαν ἐπιδόσεως· τὰ δὲ κοινὰ τῶν Βοιωτῶν εἰς τοσαύτην παραγεγόνει καχεξίαν ὥστε σχεδὸν εἴκοσι καὶ πέντʼ ἐτῶν τὸ δίκαιον μὴ διεξῆχθαι παρʼ αὐτοῖς μήτε περὶ τῶν ἰδιωτικῶν συμβολαίων μήτε περὶ τῶν κοινῶν ἐγκλημάτων,
ἀλλʼ οἱ μὲν φρουρὰς παραγγέλλοντες τῶν ἀρχόντων, οἱ δὲ στρατείας κοινάς, ἐξέκοπτον ἀεὶ τὴν δικαιοδοσίαν· ἔνιοι δὲ τῶν στρατηγῶν καὶ μισθοδοσίας ἐποίουν ἐκ τῶν κοινῶν τοῖς ἀπόροις τῶν ἀνθρώπων.
ἐξ ὧν ἐδιδάχθη τὰ πλήθη τούτοις προσέχειν καὶ τούτοις περιποιεῖν τὰς ἀρχάς, διʼ ὧν ἔμελλε τῶν μὲν ἀδικημάτων καὶ τῶν ὀφειλημάτων οὐχ ὑφέξειν δίκας, προσλήψεσθαι δὲ τῶν κοινῶν αἰεί τι διὰ τὴν τῶν ἀρχόντων χάριν. πλεῖστα δὲ συνεβάλετο πρὸς τὴν τοιαύτην
Ὀφέλτας, αἰεί τι προσεπινοῶν ὃ κατὰ τὸ παρὸν ἐδόκει τοὺς πολλοὺς ὠφελεῖν, μετὰ δὲ ταῦτα πάντας ἀπολεῖν ἔμελλεν ὁμολογουμένως.
τούτοις δʼ ἠκολούθησε καὶ ἕτερος ζῆλος οὐκ εὐτυχής. οἱ μὲν γὰρ ἄτεκνοι τὰς οὐσίας οὐ τοῖς κατὰ γένος ἐπιγενομένοις τελευτῶντες ἀπέλειπον, ὅπερ ἦν ἔθος παρʼ αὐτοῖς πρότερον, ἀλλʼ εἰς εὐωχίας καὶ μέθας διετίθεντο καὶ κοινὰς τοῖς φίλοις ἐποίουν·
πολλοὶ δὲ καὶ τῶν ἐχόντων γενεὰς ἀπεμέριζον τοῖς συσσιτίοις τὸ πλεῖον μέρος τῆς οὐσίας, ὥστε πολλοὺς εἶναι Βοιωτῶν οἷς ὑπῆρχε δεῖπνα τοῦ μηνὸς πλείω τῶν εἰς τὸν μῆνα διατεταγμένων ἡμερῶν.
διὸ καὶ Μεγαρεῖς, μισήσαντες μὲν τὴν τοιαύτην κατάστασιν, μνησθέντες δὲ τῆς προγεγενημένης αὐτοῖς μετὰ τῶν Ἀχαιῶν συμπολιτείας, αὖτις ἀπένευσαν πρὸς τοὺς Ἀχαιοὺς καὶ τὴν ἐκείνων αἵρεσιν.
Μεγαρεῖς γὰρ ἐξ ἀρχῆς μὲν ἐπολιτεύοντο μετὰ τῶν Ἀχαιῶν ἀπὸ τῶν κατʼ Ἀντίγονον τὸν Γονατᾶν χρόνων· ὅτε δὲ Κλεομένης εἰς τὸν Ἰσθμὸν προεκάθισεν, διακλεισθέντες προσέθεντο τοῖς Βοιωτοῖς μετὰ τῆς τῶν Ἀχαιῶν γνώμης.
βραχὺ δὲ πρὸ τῶν νῦν λεγομένων καιρῶν δυσαρεστήσαντες τῇ πολιτείᾳ τῶν Βοιωτῶν αὖτις ἀπένευσαν πρὸς τοὺς Ἀχαιούς.
οἱ δὲ Βοιωτοὶ διοργισθέντες ἐπὶ τῷ καταφρονεῖσθαι δοκεῖν ἐξῆλθον ἐπὶ τοὺς Μεγαρεῖς πανδημεὶ σὺν τοῖς ὅπλοις.