Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 2

55.7 γενόμενος δʼ ἐγκρατὴς οὕτως αὐτὴν πικρῶς διέφθειρεν καὶ δυσμενῶς ὥστε μηδʼ ἐλπίσαι μηδένα διότι δύναιτʼ ἂν συνοικισθῆναι πάλιν.
55.8 τοῦτο δὲ ποιῆσαί μοι δοκεῖ διὰ τὸ κατὰ τὰς τῶν καιρῶν περιστάσεις παρὰ μόνοις Μεγαλοπολίταις καὶ Στυμφαλίοις μηδέποτε δυνηθῆναι μήθʼ αἱρετιστὴν καὶ κοινωνὸν τῶν ἰδίων ἐλπίδων μήτε προδότην κατασκευάσασθαι.
55.9 τὸ μὲν γὰρ Κλειτορίων φιλελεύθερον καὶ γενναῖον εἷς ἀνὴρ κατῄσχυνε διὰ τὴν ἑαυτοῦ κακίαν, Θεάρκης· ὃν εἰκότως ἐξαρνοῦνται Κλειτόριοι μὴ φῦναι παρὰ σφίσι, γενέσθαι δʼ ὑποβολιμαῖον ἐξ Ὀρχομενοῦ τῶν ἐπηλύδων τινὸς στρατιωτῶν.
56.1 ἐπεὶ δὲ τῶν κατὰ τοὺς αὐτοὺς καιροὺς Ἀράτῳ γεγραφότων παρʼ ἐνίοις ἀποδοχῆς ἀξιοῦται Φύλαρχος, ἐν πολλοῖς ἀντιδοξῶν καὶ τἀναντία γράφων αὐτῷ,
56.2 χρήσιμον ἂν εἴη, μᾶλλον δʼ ἀναγκαῖον ἡμῖν, Ἀράτῳ προῃρημένοις κατακολουθεῖν περὶ τῶν Κλεομενικῶν, μὴ παραλιπεῖν ἄσκεπτον τοῦτο τὸ μέρος, ἵνα μὴ τὸ ψεῦδος ἐν τοῖς συγγράμμασιν ἰσοδυναμοῦν ἀπολείπωμεν πρὸς τὴν ἀλήθειαν.
56.3 καθόλου μὲν οὖν ὁ συγγραφεὺς οὗτος πολλὰ παρʼ ὅλην τὴν πραγματείαν εἰκῇ καὶ ὡς ἔτυχεν εἴρηκεν.
56.4 πλὴν περὶ μὲν τῶν ἄλλων ἴσως οὐκ ἀναγκαῖον ἐπιτιμᾶν κατὰ τὸ παρὸν οὐδʼ ἐξακριβοῦν· ὅσα δὲ συνεπιβάλλει τοῖς ὑφʼ ἡμῶν γραφομένοις καιροῖς — ταῦτα δʼ ἔστιν τὰ περὶ τὸν Κλεομενικὸν πόλεμον — ὑπὲρ τούτων ἀναγκαῖόν ἐστιν ἡμῖν διευκρινεῖν.
56.5 ἔσται δὲ πάντως ἀρκοῦντα ταῦτα πρὸς τὸ καὶ τὴν ὅλην αὐτοῦ προαίρεσιν καὶ δύναμιν ἐν τῇ πραγματείᾳ καταμαθεῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi