Kitap 2
ἐν μὲν τῇ πρὸ ταύτης βύβλῳ διεσαφήσαμεν πότε Ῥωμαῖοι συστησάμενοι τὰ κατὰ τὴν Ἰταλίαν τοῖς ἐκτὸς ἐγχειρεῖν ἤρξαντο πράγμασιν, ἐπὶ δὲ τούτοις πῶς εἰς Σικελίαν διέβησαν καὶ διʼ ἃς αἰτίας τὸν περὶ τῆς προειρημένης νήσου συνεστήσαντο πόλεμον πρὸς Καρχηδονίους,
μετὰ δὲ ταῦτα πότε πρῶτον συνίστασθαι ναυτικὰς ἤρξαντο δυνάμεις, καὶ τὰ συμβάντα κατὰ τὸν πόλεμον ἑκατέροις ἕως τοῦ τέλους, ἐν ᾧ Καρχηδόνιοι μὲν ἐξεχώρησαν πάσης Σικελίας, Ῥωμαῖοι δʼ ἐπεκράτησαν τῆς ὅλης νήσου πλὴν τῶν ὑφʼ Ἱέρωνι ταττομένων μερῶν.
ἑξῆς δὲ τούτοις ἐπεβαλόμεθα λέγειν πῶς στασιάσαντες οἱ μισθοφόροι πρὸς τοὺς Καρχηδονίους τὸν προσαγορευθέντα Λιβυκὸν πόλεμον ἐξέκαυσαν, καὶ τὰ συμβάντα κατὰ τοῦτον ἀσεβήματα μέχρι τίνος προύβη, καὶ τίνα διέξοδον ἔλαβεν τὰ παράλογα τῶν ἔργων ἕως τοῦ τέλους καὶ τῆς Καρχηδονίων ἐπικρατείας.
νυνὶ δὲ τὰ συνεχῆ τούτοις πειρασόμεθα δηλοῦν, κεφαλαιωδῶς ἑκάστων ἐπιψαύοντες κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν.
Καρχηδόνιοι γὰρ ὡς θᾶττον κατεστήσαντο τὰ κατὰ τὴν Λιβύην, εὐθέως Ἀμίλκαν ἐξαπέστελλον, δυνάμεις συστήσαντες, εἰς τοὺς κατὰ τὴν Ἰβηρίαν τόπους.
ὁ δʼ ἀναλαβὼν τὰ στρατόπεδα καὶ τὸν υἱὸν Ἀννίβαν, ὄντα τότε κατὰ τὴν ἡλικίαν ἐτῶν ἐννέα, καὶ διαβὰς κατὰ τὰς Ἡρακλέους στήλας ἀνεκτᾶτο τὰ κατὰ τὴν Ἰβηρίαν πράγματα τοῖς Καρχηδονίοις.
διατρίψας δʼ ἐν τοῖς τόποις τούτοις ἔτη σχεδὸν ἐννέα καὶ πολλοὺς μὲν πολέμῳ, πολλοὺς δὲ πειθοῖ ποιήσας Ἰβήρων ὑπηκόους Καρχηδόνι κατέστρεψε τὸν βίον ἀξίως τῶν προγεγενημένων πράξεων.
πρὸς γὰρ τοὺς ἀνδρωδεστάτους καὶ μεγίστην δύναμιν ἔχοντας παραταττόμενος καὶ χρώμενος τολμηρῶς καὶ παραβόλως ἑαυτῷ κατὰ τὸν τοῦ κινδύνου καιρὸν ἐρρωμένως τὸν βίον μετήλλαξεν.
τὴν δὲ στρατηγίαν οἱ Καρχηδόνιοι παρέδοσαν Ἀσδρούβᾳ, τῷ ʼκείνου κηδεστῇ καὶ τριηράρχῳ.
κατὰ δὲ τοὺς καιροὺς τούτους Ῥωμαῖοι τὴν πρώτην διάβασιν εἰς τὴν Ἰλλυρίδα καὶ ταῦτα τὰ μέρη τῆς Εὐρώπης ἐπεβάλοντο ποιεῖσθαι μετὰ δυνάμεως. ἅπερ οὐ παρέργως,
ἀλλὰ μετʼ ἐπιστάσεως θεωρητέον τοῖς βουλομένοις ἀληθινῶς τήν τε πρόθεσιν τὴν ἡμετέραν συνθεάσασθαι καὶ τὴν αὔξησιν καὶ κατασκευὴν τῆς Ῥωμαίων δυναστείας.
ἔγνωσαν δὲ διαβαίνειν διά τινας τοιαύτας αἰτίας.
Ἄγρων ὁ τῶν Ἰλλυριῶν βασιλεὺς ἦν μὲν υἱὸς Πλευράτου, δύναμιν δὲ πεζὴν καὶ ναυτικὴν μεγίστην ἔσχε τῶν πρὸ αὐτοῦ βεβασιλευκότων ἐν Ἰλλυριοῖς.
οὗτος ὑπὸ Δημητρίου τοῦ Φιλίππου πατρὸς πεισθεὶς χρήμασιν ὑπέσχετο βοηθήσειν Μεδιωνίοις ὑπʼ Αἰτωλῶν πολιορκουμένοις.
Αἰτωλοὶ γὰρ οὐδαμῶς δυνάμενοι πεῖσαι Μεδιωνίους μετέχειν σφίσι τῆς αὐτῆς πολιτείας, ἐπεβάλοντο κατὰ κράτος ἑλεῖν αὐτούς.
στρατεύσαντες οὖν πανδημεὶ καὶ περιστρατοπεδεύσαντες αὐτῶν τὴν πόλιν κατὰ τὸ συνεχὲς ἐπολιόρκουν, πᾶσαν βίαν προσφέροντες καὶ μηχανήν.
συνάψαντος δὲ τοῦ χρόνου τῶν ἀρχαιρεσίων, καὶ δέον στρατηγὸν ἕτερον αἱρεῖσθαι, καὶ τῶν πολιορκουμένων ἤδη κακῶς διακειμένων καὶ δοκούντων ἀνʼ ἑκάστην ἡμέραν ἐνδώσειν ἑαυτούς, ὁ προϋπάρχων στρατηγὸς προσφέρει λόγον τοῖς Αἰτωλοῖς φάσκων,
ἐπειδὴ τὰς κακοπαθείας καὶ τοὺς κινδύνους αὐτὸς ἀναδέδεκται τοὺς κατὰ τὴν πολιορκίαν, δίκαιον εἶναι καὶ τὴν οἰκονομίαν τῶν λαφύρων, ἐπὰν κρατήσωσι, καὶ τὴν ἐπιγραφὴν τῶν ὅπλων ἑαυτῷ συγχωρεῖσθαι. τινῶν δέ,
καὶ μάλιστα τῶν προϊόντων πρὸς τὴν ἀρχήν, ἀμφισβητούντων πρὸς τὰ λεγόμενα καὶ παρακαλούντων τὰ πλήθη μὴ προδιαλαμβάνειν, ἀλλʼ ἀκέραιον ἐᾶν, ᾧ ποτʼ ἂν ἡ τύχη βουληθῇ περιθεῖναι τοῦτον τὸν στέφανον,
ἔδοξε τοῖς Αἰτωλοῖς, ὃς ἂν ἐπικατασταθεὶς στρατηγὸς κρατήσῃ τῆς πόλεως, κοινὴν ποιεῖν τῷ προϋπάρχοντι καὶ τὴν οἰκονομίαν
τῶν λαφύρων καὶ τὴν ἐπιγραφὴν τῶν ὅπλων. δεδογμένων δὲ τούτων, καὶ δέον τῇ κατὰ πόδας ἡμέρᾳ γενέσθαι τὴν αἵρεσιν καὶ τὴν παράληψιν τῆς ἀρχῆς, καθάπερ ἔθος ἐστὶν Αἰτωλοῖς, προσπλέουσιν τῆς νυκτὸς ἑκατὸν λέμβοι πρὸς τὴν Μεδιωνίαν κατὰ τοὺς ἔγγιστα τόπους τῆς πόλεως, ἐφʼ ὧν ἦσαν Ἰλλυριοὶ πεντακισχίλιοι.
καθορμισθέντες δὲ καὶ τῆς ἡμέρας ἐπιγενομένης ἐνεργὸν καὶ λαθραίαν ποιησάμενοι τὴν ἀπόβασιν καὶ χρησάμενοι τῇ παρʼ αὐτοῖς εἰθισμένῃ τάξει προῆγον κατὰ σπείρας ἐπὶ τὴν τῶν Αἰτωλῶν στρατοπεδείαν.
οἱ δʼ Αἰτωλοὶ συνέντες τὸ γινόμενον ἐπὶ μὲν τῷ παραδόξῳ καὶ τῇ τόλμῃ τῶν Ἰλλυριῶν ἦσαν ἐκπλαγεῖς· πεφρονηματισμένοι δʼ ἐκ πολλοῦ χρόνου καὶ καταπιστεύσαντες ταῖς ἰδίαις δυνάμεσιν κατὰ ποσὸν εὐθαρσῶς εἶχον.
τὸ μὲν οὖν πολὺ μέρος τῶν ὁπλιτῶν καὶ τῶν ἱππέων αὐτοῦ πρὸ τῆς στρατοπεδείας ἐν τοῖς ἐπιπέδοις παρενέβαλλον, μέρει δέ τινι τῆς ἵππου καὶ τοῖς εὐζώνοις τοὺς ὑπερδεξίους καὶ πρὸ τοῦ χάρακος εὐφυῶς κειμένους τόπους προκατελάμβανον.
οἱ δʼ Ἰλλυριοὶ τοὺς μὲν ἐλαφροὺς ἐξ ἐφόδου προσπεσόντες τῷ τε πλήθει καὶ τῷ βάρει τῆς συντάξεως ἐξέωσαν, τοὺς δὲ μετὰ τούτων ἱππεῖς συγκινδυνεύοντας ἠνάγκασαν ἀποχωρῆσαι πρὸς τὰ βαρέα τῶν ὅπλων.
λοιπὸν ἐξ ὑπερδεξίου ποιούμενοι τὴν ἔφοδον ἐπὶ τοὺς ἐν τῷ πεδίῳ τεταγμένους ταχέως ἐτρέψαντο, συνεπιθεμένων τοῖς Αἰτωλοῖς ἅμα καὶ τῶν Μεδιωνίων ἐκ τῆς πόλεως.
καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτειναν, ἔτι δὲ πλείους αἰχμαλώτους ἔλαβον· τῶν δʼ ὅπλων καὶ τῆς ἀποσκευῆς ἐγένοντο πάσης ἐγκρατεῖς.
οἱ μὲν οὖν Ἰλλυριοὶ πράξαντες τὸ συνταχθὲν ὑπὸ τοῦ βασιλέως καὶ διακομίσαντες τὴν ἀποσκευὴν καὶ τὴν ἄλλην ὠφέλειαν ἐπὶ τοὺς λέμβους εὐθέως ἀνήγοντο, ποιούμενοι τὸν
πλοῦν εἰς τὴν οἰκείαν. οἱ δὲ Μεδιώνιοι τετευχότες ἀνελπίστου σωτηρίας, ἁθροισθέντες εἰς τὴν ἐκκλησίαν ἐβουλεύοντο περί τε τῶν ἄλλων καὶ περὶ τῆς τῶν ὅπλων ἐπιγραφῆς.
ἔδοξεν οὖν αὐτοῖς κοινὴν ποιήσειν τὴν ἐπιγραφὴν ἀπό τε τοῦ τὴν ἀρχὴν τῶν Αἰτωλῶν ἔχοντος καὶ τῶν εἰς τὸ μέλλον προπορευομένων κατὰ τὸ τῶν Αἰτωλῶν δόγμα,
τῆς τύχης ὥσπερ ἐπίτηδες καὶ τοῖς ἄλλοις ἀνθρώποις ἐπὶ τῶν ἐκείνοις συμβαινόντων ἐνδεικνυμένης τὴν αὑτῆς δύναμιν.
ἃ γὰρ ὑπὸ τῶν ἐχθρῶν αὐτοὶ προσεδόκων ὅσον ἤδη πείσεσθαι, ταῦτα πράττειν αὐτοῖς ἐκείνοις παρέδωκεν ἐν πάνυ βραχεῖ χρόνῳ κατὰ τῶν πολεμίων.
Αἰτωλοὶ δὲ τῇ παραδόξῳ χρησάμενοι συμφορᾷ πάντας ἐδίδαξαν μηδέποτε βουλεύεσθαι περὶ τοῦ μέλλοντος ὡς ἤδη γεγονότος, μηδὲ προκατελπίζειν βεβαιουμένους ὑπὲρ ὧν ἀκμὴν ἐνδεχόμενόν ἐστιν ἄλλως γενέσθαι, νέμειν δὲ μερίδα τῷ παραδόξῳ πανταχῇ μὲν ἀνθρώπους ὄντας, μάλιστα δʼ ἐν τοῖς πολεμικοῖς.
ἐπεὶ κατέπλευσαν οἱ λέμβοι, διακούσας τῶν ἡγεμόνων τὰ κατὰ τὸν κίνδυνον καὶ περιχαρὴς γενόμενος ἐπὶ τῷ δοκεῖν Αἰτωλοὺς τοὺς μέγιστον ἔχοντας τὸ φρόνημα νενικηκέναι, πρὸς μέθας καί τινας τοιαύτας ἄλλας εὐωχίας τραπεὶς ἐνέπεσεν εἰς πλευρῖτιν· ἐκ δὲ ταύτης ἐν ὀλίγαις ἡμέραις μετήλλαξε τὸν βίον.
τὴν δὲ βασιλείαν ἡ γυνὴ Τεύτα διαδεξαμένη τὸν κατὰ μέρος χειρισμὸν τῶν πραγμάτων ἐποιεῖτο διὰ τῆς τῶν φίλων πίστεως.
χρωμένη δὲ λογισμοῖς γυναικείοις καὶ πρὸς αὐτὸ τὸ γεγονὸς εὐτύχημα μόνον ἀποβλέπουσα, τῶν δʼ ἐκτὸς οὐδὲν περισκεπτομένη πρῶτον μὲν συνεχώρησε τοῖς κατʼ ἰδίαν πλέουσι λῄζεσθαι τοὺς ἐντυγχάνοντας,
δεύτερον δʼ ἁθροίσασα στόλον καὶ δύναμιν οὐκ ἐλάττω τῆς πρότερον ἐξέπεμψε, πᾶσαν παραλίαν ἀποδείξασα πολεμίαν τοῖς ἡγουμένοις.
οἱ δʼ ἐξαποσταλέντες τὴν μὲν πρώτην ἐπιβολὴν ἔσχον ἐπὶ τὴν Ἠλείαν καὶ τὴν Μεσσηνίαν· ταύτας γὰρ ἀεὶ τὰς χώρας Ἰλλυριοὶ πορθοῦντες διετέλουν.
διὰ γὰρ τὸ μῆκος τῆς παραλίας καὶ διὰ τὸ μεσογαίους εἶναι τὰς δυναστευούσας ἐν αὐταῖς πόλεις μακραὶ καὶ βραδεῖαι λίαν ἐγίνοντο τοῖς προειρημένοις αἱ παραβοήθειαι πρὸς τὰς ἀποβάσεις τῶν Ἰλλυριῶν· ὅθεν ἀδεῶς ἐπέτρεχον καὶ κατέσυρον ἀεὶ ταύτας τὰς χώρας.