Kitap 18
ὁ δὲ βασιλεὺς ἐν μὲν ταῖς ἀρχαῖς, ὅτε παρεγίνετο, θεωρῶν οὐ μακρὰν τῆς τῶν πολεμίων παρεμβολῆς συνεστῶτα τὸν τῶν εὐζώνων κίνδυνον περιχαρὴς ἦν·
ὡς δὲ πάλιν ἐκ μεταβολῆς ἑώρα κλίνοντας τοὺς ἰδίους καὶ προσδεομένους ἐπικουρίας, ἠναγκάζετο βοηθεῖν καὶ κρίνειν ἐκ τοῦ καιροῦ τὰ ὅλα, καίπερ ἔτι τῶν πλείστων μερῶν τῆς φάλαγγος κατὰ πορείαν ὄντων καὶ προσβαινόντων πρὸς τοὺς βουνούς.
προσδεξάμενος δὲ τοὺς ἀγωνιζομένους, τούτους μὲν ἥθροιζε πάντας ἐπὶ τὸ δεξιὸν κέρας, καὶ τοὺς πεζοὺς καὶ τοὺς ἱππέας, τοῖς δὲ πελτασταῖς καὶ τοῖς φαλαγγίταις παρήγγελλε διπλασιάζειν τὸ βάθος καὶ πυκνοῦν ἐπὶ τὸ δεξιόν. γενομένου δὲ τούτου,
καὶ τῶν πολεμίων ἐν χερσὶν ὄντων, τοῖς μὲν φαλαγγίταις ἐδόθη παράγγελμα καταβαλοῦσι τὰς σαρίσας ἐπάγειν, τοῖς δʼ εὐζώνοις κερᾶν.
κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ Τίτος, δεξάμενος εἰς τὰ διαστήματα τῶν σημαιῶν τοὺς προκινδυνεύοντας, προσέβαλε τοῖς πολεμίοις.
γενομένης δὲ τῆς ἐξ ἀμφοῖν συμπτώσεως μετὰ βίας καὶ κραυγῆς ὑπερβαλλούσης, ὡς ἂν ἀμφοτέρων ὁμοῦ συναλαλαζόντων, ἅμα δὲ καὶ τῶν ἐκτὸς τῆς μάχης ἐπιβοώντων τοῖς ἀγωνιζομένοις, ἦν τὸ γινόμενον ἐκπληκτικὸν καὶ παραστατικὸν ἀγωνίας.
τὸ μὲν οὖν δεξιὸν τοῦ Φιλίππου λαμπρῶς ἀπήλλαττε κατὰ τὸν κίνδυνον, ἅτε καὶ τὴν ἔφοδον ἐξ ὑπερδεξίου ποιούμενον καὶ τῷ βάρει τῆς συντάξεως ὑπερέχον καὶ τῇ διαφορᾷ τοῦ καθοπλισμοῦ πρὸς τὴν ἐνεστῶσαν χρείαν πολὺ παραλλάττον·
τὰ δὲ λοιπὰ μέρη τῆς δυνάμεως αὐτῷ τὰ μὲν ἐχόμενα τῶν κινδυνευόντων ἐν ἀποστάσει τῶν πολεμίων ἦν, τὰ δʼ ἐπὶ τῶν εὐωνύμων ἄρτι διηνυκότα τὰς ὑπερβολὰς ἐπεφαίνετο τοῖς ἄκροις.
ὁ δὲ Τίτος, θεωρῶν οὐ δυναμένους τοὺς παρʼ αὑτοῦ στέγειν τὴν τῆς φάλαγγος ἔφοδον, ἀλλʼ ἐκπιεζουμένους τοὺς ἐπὶ τῶν εὐωνύμων, καὶ τοὺς μὲν ἀπολωλότας ἤδη, τοὺς δʼ ἐπὶ πόδα ποιουμένους τὴν ἀναχώρησιν, ἐν δὲ τοῖς δεξιοῖς μέρεσι καταλειπομένας τῆς σωτηρίας τὰς ἐλπίδας,
ταχέως ἀφορμήσας πρὸς τούτους, καὶ συνθεασάμενος [τῆς] τῶν πολεμίων τὰ μὲν συνεχῆ τοῖς διαγωνιζομένοις , τὰ δʼ ἐκ τῶν ἄκρων ἀκμὴν ἐπικαταβαίνοντα, τὰ δʼ ἔτι τοῖς ἄκροις ἐφεστῶτα, προθέμενος τὰ θηρία προσῆγε τὰς σημαίας τοῖς πολεμίοις.
οἱ δὲ Μακεδόνες, οὔτε τὸν παραγγελοῦντʼ ἔχοντες οὔτε συστῆναι δυνάμενοι καὶ λαβεῖν τὸ τῆς φάλαγγος ἴδιον σχῆμα διά τε τὰς τῶν τόπων δυσχερείας καὶ διὰ τὸ τοῖς ἀγωνιζομένοις ἑπόμενοι πορείας ἔχειν διάθεσιν καὶ μὴ παρατάξεως,
οὐδὲ προσεδέξαντο τοὺς Ῥωμαίους εἰς τὰς χεῖρας ἔτι, διʼ αὐτῶν δὲ τῶν θηρίων πτοηθέντες καὶ διασπασθέντες ἐνέκλιναν.
οἱ μὲν οὖν πλείους τῶν Ῥωμαίων ἑπόμενοι τούτους ἔκτεινον·
εἷς δὲ τῶν χιλιάρχων τῶν ἅμα τούτοις, σημαίας ἔχων οὐ πλείους εἴκοσι, καὶ παρʼ αὐτὸν τὸν τῆς χρείας καιρὸν συμφρονήσας ὃ δέον εἴη ποιεῖν, μεγάλα συνεβάλετο πρὸς τὴν τῶν ὅλων κατόρθωσιν.
θεωρῶν γὰρ τοὺς περὶ τὸν Φίλιππον ἐπὶ πολὺ προπεπτωκότας τῶν ἄλλων καὶ πιεζοῦντας τῷ βάρει τὸ σφέτερον εὐώνυμον, ἀπολιπὼν τοὺς ἐπὶ τοῦ δεξιοῦ νικῶντας ἤδη καταφανῶς, ἐπιστρέψας ἐπὶ τοὺς ἀγωνιζομένους καὶ κατόπιν ἐπιγενόμενος προσέβαλλε κατὰ νώτου τοῖς Μακεδόσι.
τῆς δὲ τῶν φαλαγγιτῶν χρείας ἀδυνάτου καθεστώσης ἐκ μεταβολῆς καὶ κατʼ ἄνδρα κινδυνεύειν, οὗτος μὲν ἐπέκειτο κτείνων τοὺς ἐν ποσίν, οὐ δυναμένους αὑτοῖς βοηθεῖν,
ἕως οὗ ῥίψαντες τὰ ὅπλα φεύγειν ἠναγκάσθησαν οἱ Μακεδόνες, συνεπιθεμένων αὐτοῖς ἐκ μεταβολῆς καὶ τῶν κατὰ πρόσωπον ἐγκεκλικότων. ὁ δὲ Φίλιππος ἐν μὲν ταῖς ἀρχαῖς,
καθάπερ εἶπα, τεκμαιρόμενος ἐκ τοῦ καθʼ αὑτὸν μέρους ἐπέπειστο τελέως νικᾶν·
τότε δὲ συνθεασάμενος ἄφνω ῥιπτοῦντας τὰ ὅπλα τοὺς Μακεδόνας καὶ τοὺς πολεμίους κατὰ νώτου προσβεβληκότας, βραχὺ γενόμενος ἐκ τοῦ κινδύνου μετʼ ὀλίγων ἱππέων καὶ πεζῶν συνεθεώρει τὰ ὅλα.
κατανοήσας δὲ τοὺς Ῥωμαίους κατὰ τὸ δίωγμα τοῦ λαιοῦ κέρως τοῖς ἄκροις ἤδη προσπελάζοντας, ἐγίνετο πρὸς τὸ φεύγειν, ὅσους ἐδύνατο πλείστους ἐκ τοῦ καιροῦ συναθροίσας τῶν Θρᾳκῶν καὶ Μακεδόνων.
Τίτος δὲ τοῖς φεύγουσιν ἑπόμενος, καὶ καταλαβὼν ἐν ταῖς ὑπερβολαῖς ἄρτι τοῖς ἄκροις ἐπιβαλλούσας τὰς εὐωνύμους τάξεις τῶν Μακεδόνων τὰς μὲν ἀρχὰς ἐπέστη, τῶν πολεμίων ὀρθὰς ἀνασχόντων τὰς σαρίσας,
ὅπερ ἔθος ἐστὶ ποιεῖν τοῖς Μακεδόσιν, ὅταν ἢ παραδιδῶσιν αὑτοὺς ἢ μεταβάλλωνται πρὸς τοὺς ὑπεναντίους·
μετὰ δὲ ταῦτα πυθόμενος τὴν αἰτίαν τοῦ συμβαίνοντος παρακατεῖχε τοὺς μεθʼ αὑτοῦ φείσασθαι κρίνων τῶν ἀποδεδειλιακότων.
ἀκμὴν δὲ τοῦ Τίτου ταῦτα διανοουμένου τῶν προηγουμένων τινὲς ἐπιπεσόντες αὐτοῖς ἐξ ὑπερδεξίου προσέφερον τὰς χεῖρας, καὶ τοὺς μὲν πλείους διέφθειρον, ὀλίγοι δέ τινες διέφυγον ῥίψαντες τὰ ὅπλα.
πανταχόθεν δὲ τοῦ κινδύνου συντέλειαν εἰληφότος καὶ κρατούντων τῶν Ῥωμαίων, ὁ μὲν Φίλιππος ἐποιεῖτο τὴν ἀποχώρησιν ὡς ἐπὶ τὰ Τέμπη.
καὶ τῇ μὲν πρώτῃ περὶ τὸν Ἀλεξάνδρου καλούμενον πύργον ηὐλίσθη, τῇ δʼ ὑστεραίᾳ προελθὼν εἰς Γόννους ἐπὶ τὴν εἰσβολὴν τῶν Τεμπῶν ἐπέμεινε, βουλόμενος ἀναδέξασθαι τοὺς ἐκ τῆς φυγῆς ἀνασῳζομένους.
οἱ δὲ Ῥωμαῖοι, μέχρι μέν τινος ἐπακολουθήσαντες τοῖς φεύγουσιν, οἱ μὲν ἐσκύλευον τοὺς τεθνεῶτας, οἱ δὲ τοὺς αἰχμαλώτους ἥθροιζον, οἱ δὲ πλείους ὥρμησαν ἐπὶ τὴν διαρπαγὴν τοῦ τῶν πολεμίων χάρακος·
ἔνθα δὴ καταλαβόντες τοὺς Αἰτωλοὺς προεμπεπτωκότας καὶ δόξαντες στέρεσθαι τῆς σφίσι καθηκούσης ὠφελείας, ἤρξαντο καταμέμφεσθαι τοὺς Αἰτωλοὺς καὶ λέγειν πρὸς τὸν στρατηγὸν ὅτι τοὺς μὲν κινδύνους αὐτοῖς ἐπιτάττει, τῆς δʼ ὠφελείας ἄλλοις παρακεχώρηκε.
καὶ τότε μὲν ἐπανελθόντες εἰς τὴν ἑαυτῶν στρατοπεδείαν ηὐλίσθησαν, εἰς δὲ τὴν ἐπαύριον ἅμα μὲν ἥθροιζον τοὺς αἰχμαλώτους καὶ τὰ λειπόμενα τῶν σκύλων, ἅμα δὲ προῆγον ποιούμενοι τὴν πορείαν ὡς ἐπὶ Λαρίσης.
ἔπεσον δὲ τῶν Ῥωμαίων πρὸς τοὺς ἑπτακοσίους· τῶν δὲ Μακεδόνων ἀπέθανον μὲν οἱ πάντες εἰς ὀκτακισχιλίους, ζωγρίᾳ δʼ ἑάλωσαν οὐκ ἐλάττους πεντακισχιλίων.
καὶ τῆς μὲν ἐν Θετταλίᾳ γενομένης περὶ Κυνὸς Κεφαλὰς Ῥωμαίων καὶ Φιλίππου μάχης τοιοῦτον
ἀπέβη τὸ τέλος· ἐγὼ δὲ κατὰ μὲν τὴν ἕκτην βύβλον ἐν ἐπαγγελίᾳ καταλιπὼν ὅτι λαβὼν τὸν ἁρμόζοντα καιρὸν σύγκρισιν ποιήσομαι τοῦ καθοπλισμοῦ Ῥωμαίων καὶ Μακεδόνων, ὁμοίως δὲ καὶ τῆς συντάξεως τῆς ἑκατέρων, τί διαφέρουσιν ἀλλήλων πρὸς τὸ χεῖρον καὶ τί πρὸς τὸ βέλτιον, νῦν ἐπʼ αὐτῶν τῶν πράξεων πειράσομαι τὴν ἐπαγγελίαν ἐπὶ τέλος ἀγαγεῖν.
ἐπεὶ γὰρ ἡ μὲν Μακεδόνων σύνταξις ἐν τοῖς πρὸ τοῦ χρόνοις, διʼ αὐτῶν τῶν ἔργων διδοῦσα τὴν πεῖραν, ἐκράτει τῶν τε κατὰ τὴν Ἀσίαν καὶ τῶν Ἑλληνικῶν συντάξεων, ἡ δὲ Ῥωμαίων τῶν τε κατὰ τὴν Λιβύην καὶ τῶν κατὰ τὴν Εὐρώπην προσεσπερίων ἐθνῶν ἁπάντων,
ἐν δὲ τοῖς καθʼ ἡμᾶς καιροῖς οὐχ ἅπαξ, ἀλλὰ πλεονάκις γέγονε τούτων τῶν τάξεων καὶ τῶν ἀνδρῶν πρὸς ἀλλήλους διάκρισις,
χρήσιμον καὶ καλὸν ἂν εἴη τὸ τὴν διαφορὰν ἐρευνῆσαι, καὶ παρὰ τί συμβαίνει Ῥωμαίους ἐπικρατεῖν καὶ τὸ πρωτεῖον ἐκφέρεσθαι τῶν κατὰ πόλεμον ἀγώνων,
ἵνα μὴ τύχην λέγοντες μόνον μακαρίζωμεν τοὺς κρατοῦντας ἀλόγως, καθάπερ οἱ μάταιοι τῶν ἀνθρώπων, ἀλλʼ εἰδότες τὰς ἀληθεῖς αἰτίας ἐπαινῶμεν καὶ θαυμάζωμεν κατὰ λόγον τοὺς ἡγουμένους.
περὶ μὲν οὖν τῶν πρὸς Ἀννίβαν ἀγώνων γεγονότων Ῥωμαίοις καὶ τῶν ἐν τούτοις ἐλαττωμάτων οὐδὲν ἂν δέοι πλείω λέγειν· οὐ γὰρ παρὰ τὸν καθοπλισμὸν οὐδὲ παρὰ τὴν σύνταξιν, ἀλλὰ παρὰ τὴν ἐπιδεξιότητα τὴν Ἀννίβου καὶ τὴν ἀγχίνοιαν περιέπιπτον τοῖς ἐλαττώμασι.
δῆλον δὲ τοῦτο πεποιήκαμεν ἡμεῖς ἐπʼ αὐτῶν ὑποδεικνύοντες τῶν ἀγώνων.
μαρτυρεῖ δὲ τοῖς ἡμετέροις λόγοις πρῶτον μὲν τὸ τέλος τοῦ πολέμου· προσγενομένου γὰρ στρατηγοῦ τοῖς Ῥωμαίοις παραπλησίαν δύναμιν ἔχοντος Ἀννίβᾳ, ταχέως καὶ τὸ νικᾶν συνεξηκολούθησε τοῖς προειρημένοις·
εἶτα καὶ αὐτὸς Ἀννίβας ἀποδοκιμάσας τὸν ἐξ ἀρχῆς αὐτοῖς ὑπάρχοντα καθοπλισμόν, ἅμα τῷ νικῆσαι τῇ πρώτῃ μάχῃ παραχρῆμα τοῖς Ῥωμαίων ὅπλοις καθοπλίσας τὰς οἰκείας δυνάμεις, τούτοις διετέλεσε χρώμενος τὸν ἑξῆς χρόνον.