Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 15

25.29 ἅμα δὲ καὶ τὴν τοῦ παιδὸς ἐπιτροπείαν καὶ τὴν τῶν ὅλων προστασίαν εἰς ἑαυτὸν ἥξειν οὐκ ἀπήλπιζε, νομίζων καὶ κατὰ τὴν ἰδίαν μὲν κρίσιν αὐτὸς ἀξιοχρεώτερος ὑπάρχειν Ἀγαθοκλέους πρὸς πᾶν, ἔτι μᾶλλον δὲ πυνθανόμενος καὶ τὰς ὑφʼ ἑαυτὸν ταττομένας δυνάμεις καὶ τὰς κατὰ τὴν Ἀλεξάνδρειαν ἐπʼ ἐκείνῳ τὰς ἐλπίδας ἔχειν τοῦ καταλύειν τὴν Ἀγαθοκλέους ὕβριν.
25.30 οὔσης δὲ περὶ αὐτὸν οἵας εἴρηκα διαλήψεως, ταχέως τὰ τῆς διαφορᾶς αὔξησιν ἔλαβε συνεργούντων ἀμφοτέρων πρὸς τὴν τοιαύτην ὑπόθεσιν.
25.31 ὁ μὲν γὰρ Τληπόλεμος, ἐξιδιάζεσθαι σπεύδων τοὺς ἡγεμόνας καὶ ταξιάρχους καὶ τοὺς ἐπὶ τούτων ταττομένους, συνῆγε πότους ἐπιμελῶς, καὶ παρὰ τὰς συνουσίας τὰ μὲν ὑπὸ τῶν πρὸς χάριν λεγόντων αἰκαλλόμενος, τὰ δʼ ὑπὸ τῆς ἰδίας ὁρμῆς, ἅτε νέος ὢν καὶ παρὰ τὸν οἶνον γινομένης τῆς ὁμιλίας, ἐρρίπτει λόγους κατὰ τῆς συγγενείας τῆς τῶν περὶ τὸν Ἀγαθοκλέα, τὰς μὲν ἀρχὰς αἰνιγματώδεις, εἶτʼ ἀμφιβόλους, τὸ δὲ τελευταῖον ἐκφανεῖς καὶ τὴν πικροτάτην ἔχοντας λοιδορίαν.
25.32 ἐπεχεῖτο γὰρ τοῦ θρανογράφου καὶ τῆς σαμβυκιστρίας καὶ τῆς κουρίδος, ἔτι δὲ τοῦ παιδαρίου τοῦ πάντα πεποιηκότος καὶ πεπονθότος παρὰ τοὺς πότους, ὅτʼ ἐῳνοχόει τῷ βασιλεῖ παῖς ὤν.
25.33 ἐπὶ δὲ τούτοις ἀεὶ τῶν συμπαρόντων γελώντων καὶ συμβαλλομένων τι πρὸς τὸν χλευασμόν, ταχέως εἰς τοὺς περὶ τὸν Ἀγαθοκλέα τὸ πρᾶγμα παρεγενήθη.
25.34 γενομένης δʼ ἔχθρας ὁμολογουμένης εὐθέως ὁ Ἀγαθοκλῆς διαβολὴν εἰσῆγε κατὰ τοῦ Τληπολέμου, φάσκων αὐτὸν ἀλλοτριάζειν τοῦ βασιλέως καὶ καλεῖν Ἀντίοχον ἐπὶ τὰ πράγματα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi