Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 15

14.5 ἐπειδὴ δʼ ὑπερβάντες ἐξ ἴσου τοῖς ἁστάτοις ἐγένοντο, συνέβαλον αἱ φάλαγγες ἀλλήλαις μετὰ τῆς μεγίστης ὁρμῆς καὶ προθυμίας.
14.6 ὄντων δὲ καὶ τῷ πλήθει καὶ τοῖς φρονήμασι καὶ ταῖς ἀρεταῖς καὶ τοῖς καθοπλισμοῖς παραπλησίων ἀμφοτέρων, ἄκριτον ἐπὶ πολὺ συνέβαινε γενέσθαι τὴν μάχην, ἐν αὐταῖς ταῖς χώραις ἐναποθνησκόντων τῶν ἀνδρῶν διὰ φιλοτιμίαν,
14.7 ἕως οἱ περὶ τὸν Μασαννάσαν καὶ Λαίλιον ἀπὸ τοῦ διώγματος τῶν ἱππέων ἀνακάμπτοντες [καὶ] δαιμονίως εἰς δέοντα καιρὸν συνῆψαν.
14.8 ὧν προσπεσόντων τοῖς περὶ τὸν Ἀννίβαν κατόπιν οἱ μὲν πλεῖστοι κατεκόπησαν ἐν τῇ τάξει, τῶν δὲ πρὸς φυγὴν ὁρμησάντων ὀλίγοι μὲν τελέως διέφυγον, ἅτε τῶν ἱππέων ἐν χερσὶν ὄντων καὶ τῶν τόπων ἐπιπέδων ὑπαρχόντων.
14.9 ἔπεσον δὲ τῶν μὲν Ῥωμαίων ὑπὲρ τοὺς χιλίους πεντακοσίους, τῶν δὲ Καρχηδονίων ὑπὲρ δισμυρίους, αἰχμάλωτοι δʼ ἑάλωσαν οὐ πολὺ τούτων ἐλάττους.
15.1 ἡ μὲν οὖν ἐπὶ πᾶσι γενομένη μάχη καὶ τὰ ὅλα κρίνασα Ῥωμαίοις διὰ τῶν προειρημένων ἡγεμόνων τοιοῦτον ἔσχε τὸ τέλος·
15.2 μετὰ δὲ τὴν μάχην Πόπλιος μὲν ἐπακολουθήσας καὶ διαρπάσας τὸν χάρακα τῶν Καρχηδονίων αὖτις ἀνεχώρησεν εἰς τὴν ἰδίαν παρεμβολήν.
15.3 Ἀννίβας δὲ μετʼ ὀλίγων ἱππέων κατὰ τὸ συνεχὲς ποιούμενος τὴν ἀναχώρησιν εἰς Ἀδρύμητα διεσώθη, πάντα τὰ δυνατὰ ποιήσας κατὰ τὸν κίνδυνον, ὅσα τὸν ἀγαθὸν ἔδει στρατηγὸν καὶ πολλῶν ἤδη πραγμάτων πεῖραν εἰληφότα.
15.4 πρῶτον μὲν γὰρ εἰς λόγους συνελθὼν ἐπειράθη διʼ αὑτοῦ λύσιν ποιήσασθαι τῶν ἐνεστώτων·
15.5 τοῦτο δʼ ἐστὶ τοῦ προειδότος τὰ κατορθώματα, ἀλλʼ ἀπιστοῦντος τῇ τύχῃ καὶ προορωμένου τὰ περὶ τὰς μάχας ἐκβαίνοντα παράλογα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi