Kitap 15
κατὰ δὲ τὸν καιρὸν τοῦτον σύντροφοι τῆς Ἀρσινόης γεγενημέναι τινὲς παιδίσκαι, πυθόμεναι παραγεγονέναι τὸν Φιλάμμωνα τριταῖον ἀπὸ Κυρήνης τὸν ἐπιστάντα τῷ φόνῳ τῆς βασιλίσσης, ὥρμησαν ἐπὶ τὴν οἰκίαν αὐτοῦ,
καὶ βιασάμεναι τὸν μὲν Φιλάμμωνα τύπτουσαι τοῖς λίθοις καὶ τοῖς ξύλοις ἀπέκτειναν, τὸν δʼ υἱὸν ἀπέπνιξαν, ἀντίπαιδα τὴν ἡλικίαν ὄντα, σὺν δὲ τούτοις τὴν γυναῖκα τοῦ Φιλάμμωνος γυμνὴν εἰς τὴν πλατεῖαν ἐξέλκουσαι διέφθειραν.
καὶ τὰ μὲν περὶ τὸν Ἀγαθοκλέα καὶ τὴν Ἀγαθόκλειαν καὶ τοὺς τούτων συγγενεῖς τοιοῦτον ἔσχε
τὸ τέλος. ἐγὼ δʼ οὐκ ἀγνοῶ μὲν τὰς τερατείας καὶ διασκευάς, αἷς κέχρηνται πρὸς ἔκπληξιν τῶν ἀκουόντων ἔνιοι τῶν γεγραφότων τὰς πράξεις ταύτας, πλείω τὸν ἐπιμετροῦντα λόγον διατιθέμενοι τοῦ συνέχοντος τὰ πράγματα καὶ κυρίου,
τινὲς μὲν ἐπὶ τὴν τύχην ἀναφέροντες τὰ γεγονότα καὶ τιθέντες ὑπὸ τὴν ὄψιν τὸ ταύτης ἀβέβαιον καὶ δυσφύλακτον, οἱ δὲ τὸ παράδοξον τῶν συμβεβηκότων ὑπὸ λόγον ἄγοντες, πειρώμενοι τοῖς γεγονόσιν αἰτίας καὶ πιθανότητας ὑποτάττειν.
οὐ μὴν ἔγωγε προεθέμην τούτῳ χρήσασθαι τῷ χειρισμῷ περὶ τῶν προειρημένων διὰ τὸ μήτε πολεμικὴν τόλμαν καὶ δύναμιν ἐπίσημον γεγονέναι περὶ τὸν Ἀγαθοκλέα μήτε χει
ρισμὸν πραγμάτων ἐπιτυχῆ καὶ ζηλωτὸν μήτε τὸ τελευταῖον τὴν αὐλικὴν ἀγχίνοιαν καὶ κακοπραγμοσύνην διαφέρουσαν, ἐν ᾗ Σωσίβιος καὶ πλείους ἕτεροι κατεβίωσαν, βασιλεῖς ἐκ βασιλέων μεταχειριζόμενοι, τὰ δʼ ἐναντία τούτοις συμβεβηκέναι περὶ τὸν προειρημένον ἄνδρα.
προαγωγῆς μὲν γὰρ ἔτυχε παραδόξου διὰ τὴν τοῦ Φιλοπάτορος ἀδυναμίαν τοῦ βασιλεύειν·
τυχὼν δὲ ταύτης καὶ παραλαβὼν εὐφυέστατον καιρὸν μετὰ τὸν ἐκείνου θάνατον πρὸς τὸ συντηρῆσαι τὴν ἐξουσίαν, ἅμα τὰ πράγματα καὶ τὸ ζῆν ἀπέβαλε διὰ τὴν ἰδίαν ἀνανδρίαν καὶ ῥᾳθυμίαν, ἐν πάνυ βραχεῖ χρόνῳ καταγνωσθείς.
διόπερ οὐ χρὴ τοῖς τοιούτοις προσάπτειν τὸν ἐπιμετροῦντα λόγον, καθάπερ εἶπα, τῷ δʼ Ἀγαθοκλεῖ καὶ Διονυσίῳ τοῖς Σικελιώταις καί τισιν ἑτέροις τῶν ἐν πράγμασιν ἐπʼ ὀνόματος γεγονότων.
ἐκείνων γὰρ ὁ μὲν ἕτερος ἐκ δημοτικῆς καὶ ταπεινῆς ὑποθέσεως ὁρμηθείς, ὁ δʼ Ἀγαθοκλῆς, ὡς ὁ Τίμαιος ἐπισκώπτων φησί, κεραμεὺς ὑπάρχων καὶ καταλιπὼν τὸν τροχὸν καὶ τὸν πηλὸν καὶ τὸν καπνόν, ἧκε νέος ὢν εἰς τὰς Συρακούσας.
καὶ τὸ μὲν πρῶτον ἐγενήθησαν ἀμφότεροι κατὰ τοὺς ἰδίους καιροὺς τύραννοι Συρακουσῶν, πόλεως τῆς μέγιστον ἀξίωμα τότε καὶ μέγιστον πλοῦτον περιποιησαμένης,
μετὰ δὲ ταῦτα βασιλεῖς ἁπάσης Σικελίας νομισθέντες καί τινων καὶ τῆς Ἰταλίας μερῶν κυριεύσαντες.
Ἀγαθοκλῆς δʼ οὐ μόνον καὶ τῶν τῆς Λιβύης ἀπεπείρασεν, ἀλλὰ καὶ τέλος ἐναπέθανε ταῖς ὑπεροχαῖς ταύταις.
διὸ καὶ Πόπλιον Σκιπίωνά φασι τὸν πρῶτον καταπολεμήσαντα Καρχηδονίους ἐρωτηθέντα τίνας ὑπολαμβάνει πραγματικωτάτους ἄνδρας γεγονέναι καὶ σὺν νῷ τολμηροτάτους, εἰπεῖν τοὺς περὶ Ἀγαθοκλέα καὶ Διονύσιον τοὺς Σικελιώτας.
καὶ περὶ μὲν τῶν τοιούτων ἀνδρῶν εἰς ἐπίστασιν ἄγειν τοὺς ἀναγινώσκοντας, καί που καὶ τῆς τύχης ποιήσασθαι μνήμην, ἔτι δὲ τῶν ἀνθρωπείων πραγμάτων, καὶ καθόλου προστιθέναι τὸν ἐπεκδιδάσκοντα λόγον, ἐπὶ δὲ τῶν προειρημένων ἀνδρῶν οὐδαμῶς ἁρμόζει.
διὰ δὴ ταύτας τὰς αἰτίας τὸν μετʼ αὐξήσεως λόγον ἀπεδοκιμάσαμεν ὑπὲρ Ἀγαθοκλέους,
οὐχ ἥκιστα δὲ καὶ διὰ τὸ πάσας τὰς ἐκπληκτικὰς περιπετείας μίαν ἔχειν φαντασίαν τὴν πρώτην ἀξίαν ἐπιστάσεως, τὸ δὲ λοιπὸν οὐ μόνον ἀνωφελῆ γίνεσθαι τὴν ἀκρόασιν καὶ θέαν αὐτῶν, ἀλλὰ καὶ μετά τινος ὀχλήσεως ἐπιτελεῖσθαι τὴν ἐνέργειαν τῶν τοιούτων.
δυεῖν γὰρ ὑπαρχόντων τελῶν, ὠφελείας καὶ τέρψεως, πρὸς ἃ δεῖ τὴν ἀναφορὰν ποιεῖσθαι τοὺς διὰ τῆς ἀκοῆς ἢ διὰ τῆς ὁράσεως βουλομένους τι πολυπραγμονεῖν, καὶ μάλιστα τῷ τῆς ἱστορίας γένει τούτου καθήκοντος, ἀμφοτέρων τούτων ὁ πλεονασμὸς ὑπὲρ τῶν ἐκπληκτικῶν συμπτωμάτων ἐκτὸς πίπτει.
ζηλοῦν μὲν γὰρ τίς ἂν βουληθείη τὰς παραλόγους περιπετείας; οὐδὲ μὴν θεώμενος οὐδʼ ἀκούων ἥδεται συνεχῶς οὐδεὶς τῶν παρὰ φύσιν γενομένων πραγμάτων καὶ παρὰ τὴν κοινὴν ἔννοιαν τῶν ἀνθρώπων.
ἀλλʼ εἰσάπαξ μὲν καὶ πρῶτον σπουδάζομεν ἃ μὲν ἰδεῖν, ἃ δʼ ἀκοῦσαι, χάριν τοῦ γνῶναι τὸ μὴ δοκοῦν δυνατὸν εἶναι διότι δυνατόν ἐστιν·
ὅταν δὲ πιστεύωμεν, οὐδεὶς τοῖς παρὰ φύσιν ἐγχρονίζων εὐδοκεῖ· τῷ δʼ αὐτῷ πλεονάκις ἐγκυρεῖν οὐδʼ ὅλως ἂν βουληθείη.
διόπερ ἢ ζηλωτὸν εἶναι δεῖ τὸ λεγόμενον ἢ τερπνόν· ὁ δὲ τῆς ἐκτὸς τούτων συμφορᾶς πλεονασμὸς οἰκειότερόν ἐστι τραγῳδίας ἤπερ ἱστορίας.
ἀλλʼ ἴσως ἀναγκαῖόν ἐστι συγγνώμην ἔχειν τοῖς μὴ συνεφιστάνουσι μήτʼ ἐπὶ τὰ τῆς φύσεως μήτʼ ἐπὶ τὰ καθόλου κατὰ τῆς οἰκουμένης πράγματα·
δοκεῖ γὰρ αὐτοῖς ταῦτʼ εἶναι μέγιστα καὶ θαυμαστότατα τῶν προγεγονότων οἷς ἂν αὐτοὶ παρατυχόντες ἐγκυρήσωσιν ἢ πυθόμενοι παρά τινων πρὸς αὐτὰ ταῦτα προσέχωσι τὸν νοῦν.
διὸ καὶ λανθάνουσι πλείω τοῦ καθήκοντος διατιθέμενοι λόγον ὑπὲρ τῶν μήτε καινῶν ὄντων διὰ τὸ καὶ ἑτέροις πρότερον εἰρῆσθαι μήτʼ ὠφελεῖν μήτε τέρπειν δυναμένων.
περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω.
ὅτι Ἀντίοχος ὁ βασιλεὺς ἐδόκει κατὰ μὲν τὰς ἀρχὰς γεγονέναι μεγαλεπίβολος καὶ τολμηρὸς καὶ τοῦ προτεθέντος ἐξεργαστικός,
προβαίνων δὲ κατὰ τὴν ἡλικίαν ἐφάνη πολὺ καταδεέστερος αὑτοῦ καὶ τῆς τῶν ἐκτὸς προσδοκίας.