Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 14

3.5 τῶν δὲ χιλιάρχων τοὺς ἐπιτηδειοτάτους καὶ πιστοτάτους καλέσας περὶ μέσον ἡμέρας ἐξέθηκε τὴν ἐπιβολήν, καὶ παρήγγειλε δειπνοποιησαμένους καθʼ ὥραν ἐξάγειν τὰ στρατόπεδα πρὸ τοῦ χάρακος, ἐπειδὰν κατὰ τὸν ἐθισμὸν οἱ σαλπιγκταὶ σημαίνωσιν ἅμα πάντες·
3.6 ἔστι γὰρ ἔθος Ῥωμαίοις κατὰ τὸν τοῦ δείπνου καιρὸν τοὺς βυκανητὰς καὶ σαλπιγκτὰς πάντας σημαίνειν παρὰ τὴν τοῦ στρατηγοῦ σκηνήν, χάριν τοῦ τὰς νυκτερινὰς φυλακὰς κατὰ τὸν καιρὸν τοῦτον ἵστασθαι κατὰ τοὺς ἰδίους τόπους.
3.7 μετὰ δὲ ταῦτα τοὺς κατασκόπους ἀνακαλεσάμενος, οὓς ἐτύγχανε διαπεμπόμενος εἰς τὰ τῶν πολεμίων στρατόπεδα, συνέκρινε καὶ διηρεύνα τὰ λεγόμενα περί τε τῶν προσβάσεων καὶ τῶν εἰσόδων τῶν εἰς τὰς παρεμβολάς, χρώμενος ἐπικριτῇ τῶν λεγομένων καὶ συμβούλῳ Μασαννάσᾳ διὰ τὴν τῶν τόπων ἐμπειρίαν.
4.1 ἐπειδὴ δὲ πάντʼ ἦν εὐτρεπῆ τὰ πρὸς τὴν χρείαν αὐτῷ τὴν ἐνεστῶσαν, ἀπολιπὼν τοὺς ἱκανοὺς καὶ τοὺς ἐπιτηδείους ἐπὶ τῆς παρεμβολῆς, ἀναλαβὼν τὰς δυνάμεις προῆγεν ἄρτι ληγούσης τῆς πρώτης φυλακῆς· περὶ γὰρ ἑξήκοντα σταδίους ἀπεῖχον οἱ πολέμιοι.
4.2 συνεγγίσας δὲ τοῖς πολεμίοις περὶ τρίτην φυλακὴν λήγουσαν, Γαίῳ μὲν Λαιλίῳ καὶ Μασαννάσᾳ τοὺς ἡμίσεις ἀπονείμας τῶν στρατιωτῶν καὶ πάντας τοὺς Νομάδας ἐπέταξε ποιεῖσθαι τὴν προσβολὴν πρὸς τὸν τοῦ Σόφακος χάρακα,
4.3 παρακαλέσας ἄνδρας ἀγαθοὺς γενέσθαι καὶ μηδὲν εἰκῇ πράττειν, σαφῶς εἰδότας ὅτι, καθʼ ὅσον ἐμποδίζει καὶ κωλύει τὰ τῆς ὁράσεως τὸ σκότος, κατὰ τοσοῦτον δεῖ συνεκπληροῦν τῇ διανοίᾳ καὶ τῇ τόλμῃ τὰς νυκτερινὰς ἐπιβολάς·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi