Kitap 13
ὅτι Αἰτωλοὶ διά τε τὴν συνέχειαν τῶν πολέμων καὶ διὰ τὴν πολυτέλειαν τῶν βίων ἔλαθον οὐ μόνον ἄλλους, ἀλλὰ καὶ σφᾶς αὐτοὺς κατάχρεοι γενηθέντες.
διόπερ οἰκείως διακείμενοι πρὸς καινοτομίαν τῆς οἰκείας πολιτείας εἵλοντο νομογράφους Δωρίμαχον καὶ Σκόπαν,
θεωροῦντες τούτους κατά τε τὰς προαιρέσεις κινητικοὺς ὑπάρχοντας καὶ κατὰ τὰς οὐσίας ἐνδεδεμένους εἰς πολλὰ τῶν βιωτικῶν συναλλαγμάτων. οἳ καὶ παραλαβόντες τὴν ἐξουσίαν ταύτην ἔγραψαν νόμους. —
ὅτι Ἀλέξανδρος ὁ Αἰτωλὸς νομοθετοῦντος Δωριμάχου καὶ Σκόπα ἀντέλεγε τοῖς γραφομένοις, ἐκ πολλῶν ἐπιδεικνύμενος ὅτι παρʼ οἷς ἔφυ τοῦτο τὸ φυτόν, οὐδέποτε κατέληξε πρότερον ἢ μεγάλοις κακοῖς περιβαλεῖν τοὺς ἅπαξ αὐτῷ χρησαμένους· διόπερ ἠξίου μὴ μόνον πρὸς τὸ παρὸν ἀποβλέπειν,
εἰ κουφισθήσονται τῶν ἐνεστώτων συναλλαγμάτων, ἀλλὰ καὶ πρὸς τὸ μέλλον·
ἄτοπον γὰρ εἶναι πολεμοῦντας μὲν καὶ τὸ πνεῦμα προΐεσθαι χάριν τῆς τῶν τέκνων ἀσφαλείας, βουλευομένους δὲ μηδένα ποιεῖσθαι λόγον τοῦ μετὰ ταῦτα χρόνου. —
ὅτι Σκόπας Αἰτωλῶν στρατηγὸς ἀποτυχὼν τῆς ἀρχῆς, ἧς χάριν ἐτόλμα γράφειν τοὺς νόμους, μετέωρος ἦν εἰς τὴν Ἀλεξάνδρειαν, ταῖς ἐκεῖθεν ἐλπίσι πεπεισμένος ἀναπληρώσειν τὰ λείποντα τοῦ βίου καὶ τὴν τῆς ψυχῆς πρὸς τὸ πλεῖον ἐπιθυμίαν, οὐκ εἰδὼς ὅτι,
καθάπερ ἐπὶ τῶν ὑδρωπικῶν οὐδέποτε ποιεῖ παῦλαν οὐδὲ κόρον τῆς ἐπιθυμίας ἡ τῶν ἔξωθεν ὑγρῶν παράθεσις, ἐὰν μὴ τὴν ἐν αὐτῷ τῷ σώματι διάθεσιν ὑγιάσῃ τις, τὸν αὐτὸν τρόπον οὐδὲ τὴν πρὸς τὸ πλεῖον ἐπιθυμίαν οἷόν τε κορέσαι μὴ οὐ τὴν ἐν τῇ ψυχῇ κακίαν λόγῳ τινὶ διορθωσάμενον. ἐμφανέστατον δὲ τοῦτο συνέβη γενέσθαι περὶ τὸν ἄνδρα τοῦτον, ὑπὲρ οὗ νῦν ὁ λόγος.
τούτῳ γὰρ εἰς Ἀλεξάνδρειαν ἀφικομένῳ πρὸς ταῖς ἐκ τῶν ὑπαίθρων ὠφελείαις, ὧν ἦν αὐτὸς κύριος διὰ τὸ πιστεύεσθαι περὶ τῶν ὅλων, καὶ τῆς ἡμέρας ἑκάστης ὀψώνιον ἐξέθηκεν ὁ βασιλεὺς αὐτῷ μὲν δεκαμναιαῖον, τοῖς δʼ ἐπί τινος ἡγεμονίας μετʼ αὐτὸν τεταγμένοις μναιαῖον.
ἀλλʼ ὅμως οὐκ ἠρκεῖτο τούτοις, ὃς τὸ πρότερον προσκαρτερῶν τῷ πλείονι διετέλεσε,
μέχρι διὰ τὴν ἀπληστίαν καὶ παρʼ αὐτοῖς τοῖς διδοῦσι φθονηθεὶς τὸ πνεῦμα προσέθηκε τῷ χρυσίῳ. —
ἐγένετο περὶ τὴν τοιαύτην κακοπραγμοσύνην, ἣν δὴ βασιλικὴν μὲν οὐδαμῶς οὐδεὶς ἂν εἶναι φήσειεν, ἀναγκαίαν δὲ βούλονται λέγειν ἔνιοι πρὸς τὸν πραγματικὸν τρόπον διὰ τὴν νῦν ἐπιπολάζουσαν κακοπραγμοσύνην.
οἱ μὲν γὰρ ἀρχαῖοι πολύ τι τοῦ τοιούτου μέρους ἐκτὸς ἦσαν· τοσοῦτο γὰρ ἀπηλλοτρίωντο τοῦ κακομηχανεῖν περὶ τοὺς φίλους χάριν τοῦ τῷ τοιούτῳ συναύξειν τὰς σφετέρας δυναστείας, ὥστʼ οὐδὲ τοὺς πολεμίους ᾑροῦντο διʼ ἀπάτης νικᾶν,
ὑπολαμβάνοντες οὐδὲν οὔτε λαμπρὸν οὐδὲ μὴν βέβαιον εἶναι τῶν κατορθωμάτων, ἐὰν μή τις ἐκ τοῦ προφανοῦς μαχόμενος ἡττήσῃ ταῖς ψυχαῖς τοὺς ἀντιταττομένους.
διὸ καὶ συνετίθεντο πρὸς σφᾶς μήτʼ ἀδήλοις βέλεσι μήθʼ ἑκηβόλοις χρήσασθαι κατʼ ἀλλήλων, μόνην δὲ τὴν ἐκ χειρὸς καὶ συστάδην γινομένην μάχην ἀληθινὴν ὑπελάμβανον εἶναι κρίσιν πραγμάτων.
ᾗ καὶ τοὺς πολέμους ἀλλήλοις προύλεγον καὶ τὰς μάχας, ὅτε πρόθοιντο διακινδυνεύειν, καὶ τοὺς τόπους, εἰς οὓς μέλλοιεν ἐξιέναι παραταξόμενοι.
νῦν δὲ καὶ φαύλου φασὶν εἶναι στρατηγοῦ τὸ προφανῶς τι πράττειν τῶν πολεμικῶν.
βραχὺ δέ τι λείπεται παρὰ Ῥωμαίοις ἴχνος ἔτι τῆς ἀρχαίας αἱρέσεως περὶ τὰ πολεμικά· καὶ γὰρ προλέγουσι τοὺς πολέμους καὶ ταῖς ἐνέδραις σπανίως χρῶνται καὶ τὴν μάχην ἐκ χειρὸς ποιοῦνται καὶ συστάδην.
ταῦτα μὲν οὖν εἰρήσθω πρὸς τὸν ἐπιπολάζοντα νῦν ὑπὲρ τὸ δέον ἐν τῇ κακοπραγμοσύνῃ ζῆλον περὶ τοὺς ἡγουμένους ἔν τε ταῖς πολιτικαῖς καὶ πολεμικαῖς οἰκονομίαις.
ὁ δὲ Φίλιππος Ἡρακλείδῃ μέν, καθάπερ ὑπόθεσιν δούς, ἐπέταξε φροντίζειν πῶς ἂν κακοποιήσαι καὶ διαφθείραι τὰς τῶν Ῥοδίων νῆας,
εἰς δὲ τὴν Κρήτην πρεσβευτὰς ἐξαπέστειλε τοὺς ἐρεθιοῦντας καὶ παρορμήσοντας ἐπὶ τὸν κατὰ τῶν Ῥοδίων πόλεμον.
ὁ δʼ Ἡρακλείδης, ἄνθρωπος εὖ πεφυκὼς πρὸς τὸ κακόν, ἑρμαῖον ἡγησάμενος τὴν ἐπιταγήν, καὶ διανοηθεὶς ἅττα δήποτʼ οὖν παρʼ αὑτῷ, μετά τινα χρόνον ὥρμησε καὶ παρῆν καταπλέων εἰς τὴν Ῥόδον.
συνέβαινε δὲ τὸν Ἡρακλείδην τοῦτον τὸ μὲν γένος ἀνέκαθεν εἶναι Ταραντῖνον, πεφυκέναι δʼ ἐκ βαναύσων καὶ χειροτεχνῶν ἀνθρώπων, μεγάλα δʼ ἐσχηκέναι προτερήματα πρὸς ἀπόνοιαν καὶ ῥᾳδιουργίαν·
πρῶτον μὲν γὰρ ἀναφανδὸν τῷ σώματι παρεκέχρητο κατὰ τὴν πρώτην ἡλικίαν, εἶτʼ ἀγχίνους ὑπῆρχε καὶ μνήμων, καὶ πρὸς μὲν τοὺς ταπεινοτέρους καταπληκτικώτατος καὶ τολμηρότατος, πρὸς δὲ τοὺς ὑπερέχοντας κολακικώτατος.
οὗτος ἀρχῆθεν μὲν ἐκ τῆς πατρίδος ἐξέπεσε δόξας τὸν Τάραντα πράττειν Ῥωμαίοις, οὐ πολιτικὴν ἔχων δύναμιν, ἀλλʼ ἀρχιτέκτων ὑπάρχων καὶ διά τινας ἐπισκευὰς τῶν τειχῶν κύριος γενόμενος τῶν κλειδῶν τῆς πύλης τῆς ἐπὶ τὸ μεσόγαιον φερούσης·
καταφυγὼν δὲ πρὸς Ῥωμαίους, καὶ πάλιν ἐκεῖθεν γράφων καὶ διαπεμπόμενος εἰς τὸν Τάραντα καὶ πρὸς Ἀννίβαν, ἐπεὶ καταφανὴς ἐγένετο, προαισθόμενος τὸ μέλλον αὖθις ἔφυγε πρὸς τὸν Φίλιππον.
παρʼ ᾧ τοιαύτην περιεποιήσατο πίστιν καὶ δύναμιν ὥστε τοῦ καταστραφῆναι τὴν τηλικαύτην βασιλείαν σχεδὸν αἰτιώτατος γεγονέναι. —
Διαπιστοῦντες δʼ οἱ πρυτάνεις ἤδη τῷ Φιλίππῳ διὰ τὴν περὶ τὰ Κρητικὰ κακοπραγμοσύνην, καὶ τὸν Ἡρακλείδην ὑπώπτευον ἐγκάθετον εἶναι. —
ὁ δʼ εἰσελθὼν ἀπελογίζετο τὰς αἰτίας,
διʼ ἃς πεφευγὼς εἴη τὸν Φίλιππον. —
πᾶν γὰρ βουληθῆναι τὸν Φίλιππον ἀναδέξασθαι ἢ καταφανῆ γενέσθαι Ῥοδίοις τὴν ἐν τούτοις αὐτοῦ προαίρεσιν. ᾗ καὶ τὸν Ἡρακλείδην ἀπέλυσε τῆς ὑποψίας. —
καί μοι δοκεῖ μεγίστην θεὸν τοῖς ἀνθρώποις ἡ φύσις ἀποδεῖξαι τὴν ἀλήθειαν καὶ μεγίστην αὐτῇ προσθεῖναι δύναμιν.
πάντων γοῦν αὐτὴν καταγωνιζομένων, ἐνίοτε καὶ πασῶν τῶν πιθανοτήτων μετὰ τοῦ ψεύδους ταττομένων, οὐκ οἶδʼ ὅπως αὐτὴ διʼ αὑτῆς εἰς τὰς ψυχὰς εἰσδύεται τῶν ἀνθρώπων,
καὶ ποτὲ μὲν παραχρῆμα δείκνυσι τὴν αὑτῆς δύναμιν, ποτὲ δὲ καὶ πολὺν χρόνον ἐπισκοτισθεῖσα, τέλος αὐτὴ διʼ ἑαυτῆς ἐπικρατεῖ καὶ καταγωνίζεται τὸ ψεῦδος, ὡς συνέβη γενέσθαι περὶ τὸν Ἡρακλείδην τὸν παρὰ τοῦ Φιλίππου τοῦ βασιλέως εἰς Ῥόδον ἀφικόμενον. —
ὅτι Δαμοκλῆς ὁ μετὰ Πυθίωνος πεμφθεὶς κατάσκοπος πρὸς Ῥωμαίους ὑπηρετικὸν ἦν σκεῦος εὐφυὲς καὶ πολλὰς ἔχον ἀφορμὰς εἰς πραγμάτων οἰκονομίαν. —
ὁ δὲ τῶν Λακεδαιμονίων τύραννος Νάβις, ἔτος ἤδη τρίτον ἔχων τὴν ἀρχήν, ὁλοσχερὲς μὲν οὐδὲν ἐπεβάλλετο πράττειν οὐδὲ τολμᾶν διὰ τὸ πρόσφατον εἶναι τὴν ὑπὸ τῶν Ἀχαιῶν ἧτταν τοῦ Μαχανίδου,
καταβολὴν δʼ ἐποιεῖτο καὶ θεμέλιον ὑπεβάλλετο πολυχρονίου καὶ βαρείας τυραννίδος.
διέφθειρε γὰρ τοὺς λοιποὺς ἄρδην ἐκ τῆς Σπάρτης, ἐφυγάδευσε δὲ τοὺς κατὰ πλέον πλούτῳ διαφέροντας ἢ δόξῃ προγονικῇ, τὰς δὲ τούτων οὐσίας καὶ γυναῖκας διεδίδου τῶν ἄλλων τοῖς ἐπιφανεστάτοις καὶ τοῖς μισθοφόροις.
οὗτοι δʼ ἦσαν ἀνδροφόνοι καὶ παρασχίσται, λωποδύται, τοιχωρύχοι. καθόλου γὰρ τοῦτο τὸ γένος ἡθροίζετο πρὸς αὐτὸν ἐπιμελῶς ἐκ τῆς οἰκουμένης, οἷς ἄβατος ἦν ἡ θρέψασα διʼ ἀσέβειαν καὶ παρανομίαν.
ὧν προστάτην [καὶ βασιλέα] αὑτὸν ἀναδείξας, καὶ χρώμενος δορυφόροις καὶ σωματοφύλαξι τούτοις, δῆλον ἔμελλε πολυχρόνιον ἔχειν τὴν ἐπʼ ἀσεβείᾳ φήμην καὶ δυναστείαν.