Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 12

27.7 δῆλον δὲ τοῦτʼ ἐστὶν ἐξ αὐτῶν τῶν τὰς συντάξεις πραγματευομένων. ὁ μὲν γὰρ Ἔφορός φησιν, εἰ δυνατὸν ἦν αὐτοὺς παρεῖναι πᾶσι τοῖς πράγμασι, ταύτην ἂν διαφέρειν πολὺ τῶν ἐμπειριῶν·
27.8 ὁ δὲ Θεόπομπος τοῦτον μὲν ἄριστον ἐν τοῖς πολεμικοῖς τὸν πλείστοις κινδύνοις παρατετευχότα, τοῦτον δὲ δυνατώτατον ἐν λόγῳ τὸν πλείστων μετεσχηκότα πολιτικῶν ἀγώνων.
27.9 τὸν αὐτὸν δὲ τρόπον συμβαίνειν ἐπʼ ἰατρικῆς καὶ κυβερνητικῆς.
27.10 ἔτι δὲ τούτων ἐμφαντικώτερον ὁ ποιητὴς εἴρηκε περὶ τούτου τοῦ μέρους. ἐκεῖνος γὰρ βουλόμενος ὑποδεικνύειν ἡμῖν οἷον δεῖ τὸν ἄνδρα τὸν πραγματικὸν εἶναι, προθέμενος τὸ τοῦ Ὀδυσσέως πρόσωπον λέγει πως οὕτως·
27.10 ἄνδρα μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα
27.10 πολλὰ πλάγχθη, καὶ προβάς,
27.11 πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
27.11 πολλὰ δʼ ὅγʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν, καὶ ἔτι
27.11 ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
28.1 δοκεῖ δέ μοι καὶ τὸ τῆς ἱστορίας πρόσχημα τοιοῦτον ἄνδρα ζητεῖν.
28.2 ὁ μὲν οὖν Πλάτων φησὶ τότε τἀνθρώπεια καλῶς ἕξειν, ὅταν ἢ οἱ φιλόσοφοι βασιλεύσωσιν ἢ οἱ βασιλεῖς φιλοσοφήσωσι·
28.3 κἀγὼ δʼ ἂν εἴποιμι διότι τὰ τῆς ἱστορίας ἕξει τότε καλῶς, ὅταν ἢ οἱ πραγματικοὶ τῶν ἀνδρῶν γράφειν ἐπιχειρήσωσι τὰς ἱστορίας,
28.4 μὴ καθάπερ νῦν παρέργως, νομίσαντες δὲ καὶ τοῦτʼ εἶναι σφίσι τῶν ἀναγκαιοτάτων καὶ καλλίστων, ἀπερίσπαστοι παράσχωνται πρὸς τοῦτο τὸ μέρος κατὰ τὸν βίον,
28.5 ἢ οἱ γράφειν ἐπιβαλλόμενοι τὴν ἐξ αὐτῶν τῶν πραγμάτων ἕξιν ἀναγκαίαν ἡγήσωνται πρὸς τὴν ἱστορίαν. πρότερον δʼ οὐκ ἔσται παῦλα τῆς τῶν ἱστοριογράφων ἀγνοίας. ὧν Τίμαιος οὐδὲ τὴν ἐλαχίστην πρόνοιαν θέμενος,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi