Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 11

1.11 ἐξ οὗ καὶ συνέβη τοὺς πλείστους τῶν Ἰβήρων ἐν αὐτῷ τῷ τῆς μάχης καιρῷ κατακοπῆναι.
1.12 τῶν δὲ θηρίων τὰ μὲν ἓξ ἅμα τοῖς ἀνδράσιν ἔπεσε, τὰ δὲ τέτταρα διωσάμενα τὰς τάξεις ὕστερον ἑάλω μεμονωμένα καὶ ψιλὰ τῶν Ἰνδῶν.
2.1 Ἀσδρούβας δὲ καὶ τὸν πρὸ τούτου χρόνον καὶ κατὰ τὸν ἔσχατον καιρὸν ἀνὴρ ἀγαθὸς γενόμενος, ἐν χειρῶν νόμῳ κατέστρεψε τὸν βίον· ὃν οὐκ ἄξιον ἀνεπισήμαντον παραλιπεῖν.
2.2 ὅτι μὲν ἀδελφὸς ἦν Ἀννίβου κατὰ φύσιν, καὶ διότι χωριζόμενος εἰς τὴν Ἰταλίαν τούτῳ τὰς κατὰ τὴν Ἰβηρίαν πράξεις ἐνεχείρισε, ταῦτα μὲν ἐν τοῖς πρὸ τούτων ἡμῖν δεδήλωται
2.3 . παραπλησίως δὲ καὶ διότι πολλοῖς μὲν χρησάμενος ἀγῶσι πρὸς Ῥωμαίους, πολλαῖς δὲ καὶ ποικίλαις περιστάσεσι παλαίσας διὰ τὸ τοὺς ἐπαποστελλομένους ἐκ Καρχηδόνος εἰς Ἰβηρίαν στρατηγούς, ἐν πᾶσι τοῖς εἰρημένοις καιροῖς ἀξίως μὲν τοῦ πατρὸς Βάρκα, καλῶς δὲ καὶ γενναίως τὰς περιπετείας καὶ τὰς ἐλαττώσεις διετέλει φέρων, καὶ ταῦτα διὰ τῶν πρὸ τοῦ συντάξεων δεδηλώκαμεν. περὶ δὲ τῶν τελευταίων ἀγώνων νῦν ἐροῦμεν,
2.4 καθὸ μάλιστα πέφηνεν ἡμῖν ἄξιος ἐπιστάσεως εἶναι καὶ ζήλου.
2.5 τοὺς γὰρ πλείστους ἰδεῖν ἔστι τῶν στρατηγῶν καὶ τῶν βασιλέων, ἐπειδὰν συνιστῶνται τοὺς ὑπὲρ τῶν ὅλων ἀγῶνας, τὰ μὲν ἐκ τῶν κατορθωμάτων ἔνδοξα καὶ λυσιτελῆ συνεχῶς λαμβάνοντας ὑπὸ τὴν ὄψιν, καὶ πολλάκις ἐφιστάνοντας καὶ διαλογιζομένους πῶς ἑκάστοις χρήσονται, κατὰ λόγον σφίσι χωρησάντων τῶν πραγμάτων,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi