Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 10

49.12 ἐκεῖνοι μὲν οὖν, τῶν περὶ τὸν Παναίτωλον αὐτοῖς ἐπικειμένων, οὐ πρότερον ἔστησαν ἕως οὗ συνέμιξαν τοῖς περὶ τὸν Εὐθύδημον, τοὺς πλείστους ἀπολωλεκότες αὑτῶν· οἱ δὲ τοῦ βασιλέως ἱππεῖς,
49.13 πολλοὺς μὲν φονεύσαντες, πολλοὺς δὲ ζωγρίᾳ λαβόντες, ἀνεχώρουν. καὶ τότε μὲν αὐτοῦ παρὰ τὸν ποταμὸν ηὐλίσθησαν·
49.14 ἐν δὲ τούτῳ τῷ κινδύνῳ τὸν μὲν ἵππον συμβαίνει ἀποθανεῖν τραυματισθέντα , αὐτὸν δὲ πληγέντα διὰ τοῦ στόματος ἀποβαλεῖν τινας· τῶν ὀδόντων, καθόλου δὲ φήμην ἐπʼ ἀνδρείᾳ περιποιήσασθαι τότε μάλιστα.
49.15 γενομένης δὲ τῆς μάχης ταύτης ὁ μὲν Εὐθύδημος καταπλαγεὶς ἀνεχώρησε μετὰ τῆς δυνάμεως εἰς πόλιν Ζαριάσπαν τῆς Βακτριανῆς.
← Önceki 63 / 63

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi