Kitap 10
ὡς μὲν ἐμοὶ δοκεῖ, τοῦτʼ αἰνιττόμενος διὰ τῆς ἀποφάσεως, διότι κατὰ μὲν τὰς ἀναπαύσεις ἐνίοτε καὶ ῥᾳθυμίας ἐν τῷ ζῆν ἡδίστας τοῖς νέοις ἀπολαύσεις τὰ τοιαῦτα παρέχεται καὶ διατριβάς, ἐν δὲ τοῖς τοῦ πράττειν καιροῖς μέγιστα γίνεται καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν ἐμπόδια τοῖς χρωμένοις.
τοῖς μὲν οὖν νεανίσκοις ἔφη χάριν ἔχειν, τὸν δὲ τῆς παρθένου πατέρα καλέσας καὶ δοὺς αὐτὴν ἐκ χειρὸς ἐκέλευε συνοικίζειν ᾧ ποτʼ ἂν προαιρῆται τῶν πολιτῶν.
διʼ ὧν καὶ τὰ τῆς ἐγκρατείας καὶ τὰ τῆς μετριότητος ἐμφαίνων μεγάλην ἀποδοχὴν ἐνειργάζετο τοῖς ὑποταττομένοις.
καὶ τὰ λοιπὰ τῶν αἰχμαλώτων παραδοὺς τοῖς χιλιάρχοις, ἐξέπεμψε Γάιον τὸν Λαίλιον ἐπὶ πεντήρους εἰς τὴν Ῥώμην, τούς τε Καρχηδονίους συστήσας καὶ τῶν ἄλλων αἰχμαλώτων τοὺς ἐπιφανεστάτους, δηλώσοντα τοῖς ἐν τῇ πατρίδι τὰ γεγονότα.
τὸ γὰρ πλεῖον αὐτῶν ἤδη τὰ κατὰ τὴν Ἰβηρίαν ἀπηλπικότων, σαφῶς ᾔδει διότι τούτων προσαγγελθέντων αὖθις ἀναθαρρήσαντες πολλαπλασίως συνεπιλήψονται τῶν πραγμάτων.
αὐτὸς δὲ χρόνον μέν τινʼ ἐν τῇ Καρχηδόνι τάς τε ναυτικὰς δυνάμεις ἐγύμναζε συνεχῶς καὶ τοῖς χιλιάρχοις ὑπέδειξε τοιοῦτόν τινα τρόπον τῆς τῶν πεζικῶν στρατοπέδων γυμνασίας.
τὴν μὲν πρώτην ἡμέραν ἐκέλευσε τροχάζειν ἐπὶ τριάκοντα σταδίους ἐν τοῖς ὅπλοις, τὴν δὲ δευτέραν πάντας ἐκτρίβειν καὶ θεραπεύειν καὶ κατασκοπεῖν ἐν τῷ φανερῷ τὰς πανοπλίας, τῇ δʼ ἑξῆς ἀναπαύεσθαι καὶ ῥᾳθυμεῖν,
τῇ δὲ μετὰ ταύτην τοὺς μὲν μαχαιρομαχεῖν ξυλίναις ἐσκυτωμέναις μετʼ ἐπισφαιρῶν μαχαίραις, τοὺς δὲ τοῖς ἐσφαιρωμένοις γρόσφοις ἀκοντίζειν, τῇ δὲ πέμπτῃ πάλιν ἐπὶ τοὺς αὐτοὺς δρόμους καὶ τὴν ἀρχὴν ἐπανάγειν.
ἵνα δὲ μήτε τῶν πρὸς τὰς μελέτας ὅπλων μήτε τῶν πρὸς τὴν ἀλήθειαν μηδὲν ἐλλείπῃ, τὴν πλείστην ἐποιεῖτο σπουδὴν πρὸς τοὺς χειροτέχνας.
κατὰ μέρος μὲν οὖν ἄνδρας ἐπιμελεῖς ἐφεστάκει πρὸς ταύτην τὴν χρείαν, καθάπερ ἐπάνω προεῖπον· αὐτὸς δὲ καθʼ ἡμέραν ἐπεπορεύετο, καὶ διʼ αὑτοῦ τὰς χορηγίας ἑκάστοις παρεσκεύαζε.
λοιπὸν τῶν μὲν πεζικῶν στρατοπέδων κατὰ τοὺς πρὸ τῆς πόλεως τόπους χρωμένων ταῖς μελέταις καὶ ταῖς γυμνασίαις, τῶν δὲ ναυτικῶν δυνάμεων κατὰ θάλατταν ταῖς ἀναπείραις καὶ ταῖς εἰρεσίαις, τῶν δὲ κατὰ τὴν πόλιν ἀκονώντων τε καὶ χαλκευόντων καὶ τεκταινομένων, καὶ συλλήβδην ἁπάντων σπουδαζόντων περὶ τὰς τῶν ὅπλων κατασκευάς,
οὐκ ἔσθʼ ὃς οὐκ ἂν εἶπε κατὰ τὸν Ξενοφῶντα τότε θεασάμενος ἐκείνην τὴν πόλιν ἐργαστήριον εἶναι πολέμου.
ἐπεὶ δʼ αὐτῷ πάντα καλῶς ἐδόκει καὶ δεόντως ἐξησκῆσθαι τὰ πρὸς τὰς χρείας, μετὰ ταῦτα ταῖς τε φυλακαῖς καὶ ταῖς τῶν τειχῶν κατασκευαῖς ἀσφαλισάμενος τὰ κατὰ τὴν πόλιν, ἀνέζευξε καὶ τῇ πεζικῇ καὶ ναυτικῇ δυνάμει, καὶ προῆγε ποιούμενος τὴν πορείαν ὡς ἐπὶ Ταρράκωνος, ἔχων μεθʼ αὑτοῦ καὶ τοὺς ὁμήρους.
ὅτι Εὐρυλέων ὁ τῶν Ἀχαιῶν στρατηγὸς ἄτολμος ἦν καὶ πολεμικῆς χρείας ἀλλότριος.
τοῦ δὲ καιροῦ τοῦ κατὰ τὴν διήγησιν ἐφεστακότος ἡμᾶς ἐπὶ τὴν ἀρχὴν τῶν Φιλοποίμενος πράξεων, καθήκειν ἡγούμεθα, καθάπερ καὶ περὶ τῶν ἄλλων τῶν ἀξιολόγων ἀνδρῶν τὰς ἑκάστων ἀγωγὰς καὶ φύσεις ἐπειράθημεν ὑποδεικνύναι, καὶ περὶ τούτου ποιῆσαι τὸ παραπλήσιον.
καὶ γὰρ ἄτοπον τὰς μὲν τῶν πόλεων κτίσεις τοὺς συγγραφέας, καὶ πότε καὶ πῶς καὶ διὰ τίνων ἐκτίσθησαν, ἔτι δὲ τὰς διαθέσεις καὶ περιστάσεις μετʼ ἀποδείξεως ἐξαγγέλλειν, τὰς δὲ τῶν τὰ ὅλα χειρισάντων ἀνδρῶν ἀγωγὰς καὶ ζήλους παρασιωπᾶν, καὶ ταῦτα τῆς χρείας μεγάλην ἐχούσης τὴν διαφοράν·
ὅσῳ γὰρ ἄν τις καὶ ζηλῶσαι καὶ μιμήσασθαι δυνηθείη μᾶλλον τοὺς ἐμψύχους ἄνδρας τῶν ἀψύχων κατασκευασμάτων, τοσούτῳ καὶ τὸν περὶ αὐτῶν λόγον διαφέρειν εἰκὸς πρὸς ἐπανόρθωσιν τῶν ἀκουόντων.
εἰ μὲν οὖν μὴ κατʼ ἰδίαν ἐπεποιήμεθα τὴν περὶ αὐτοῦ σύνταξιν, ἐν ᾗ διεσαφοῦμεν καὶ τίς ἦν καὶ τίνων καὶ τίσιν ἀγωγαῖς ἐχρήσατο νέος ὤν, ἀναγκαῖον ἦν ὑπὲρ ἑκάστου τῶν προειρημένων φέρειν ἀπολογισμόν·
ἐπεὶ δὲ πρότερον ἐν τρισὶ βυβλίοις ἐκτὸς ταύτης τῆς συντάξεως τὸν ὑπὲρ αὐτοῦ πεποιήμεθα λόγον, τήν τε παιδικὴν ἀγωγὴν διασαφοῦντες καὶ τὰς ἐπιφανεστάτας πράξεις,
δῆλον ὡς ἐν τῇ νῦν ἐξηγήσει πρέπον ἂν εἴη τῆς μὲν νεωτερικῆς ἀγωγῆς καὶ τῶν νεωτερικῶν ζήλων κατὰ μέρος ἀφελεῖν, τοῖς δὲ κατὰ τὴν ἀκμὴν αὐτοῦ κεφαλαιωδῶς ἐκεῖ δεδηλωμένοις ἔργοις προσθεῖναι καὶ κατὰ μέρος, ἵνα τὸ πρέπον ἑκατέρᾳ τῶν συντάξεων τηρῶμεν. ὥσπερ γὰρ ἐκεῖνος ὁ τόπος,
ὑπάρχων ἐγκωμιαστικός, ἀπῄτει τὸν κεφαλαιώδη καὶ μετʼ αὐξήσεως τῶν πράξεων ἀπολογισμόν, οὕτως ὁ τῆς ἱστορίας, κοινὸς ὢν ἐπαίνου καὶ ψόγου, ζητεῖ τὸν ἀληθῆ καὶ τὸν μετʼ ἀποδείξεως καὶ τῶν ἑκάστοις παρεπομένων συλλογισμῶν.
Φιλοποίμην τοίνυν πρῶτον μὲν ἔφυ καλῶς· ἦν γὰρ ἐξ ἀνδρῶν τῶν ἐπιφανεστάτων κατʼ Ἀρκαδίαν, τραφεὶς δὲ καὶ παιδευθεὶς ὑπὸ Κλέανδρον τὸν Μαντινέα, πατρικὸν μὲν αὐτῷ ξένον ὑπάρχοντα, φυγαδεύοντα δὲ κατʼ ἐκείνους τοὺς καιρούς, ὄντα δὲ Μαντινέων ἐπιφανέστατον.
μετὰ δὲ ταῦτα παραγενόμενος εἰς ἡλικίαν ἐγένετο ζηλωτὴς Ἐκδήμου καὶ Δημοφάνους, οἳ τὸ μὲν γένος ἦσαν ἐκ Μεγάλης πόλεως, φεύγοντες δὲ τοὺς τυράννους καὶ συμβιώσαντες Ἀρκεσίλᾳ τῷ φιλοσόφῳ κατὰ τὴν φυγὴν ἠλευθέρωσαν μὲν τὴν αὑτῶν πατρίδα, συστησάμενοι κατʼ Ἀριστοδήμου τοῦ τυράννου πρᾶξιν,
συνεπελάβοντο δὲ καὶ τῆς καταλύσεως τοῦ Σικυωνίων τυράννου Νικοκλέους, κοινωνήσαντες Ἀράτῳ τῆς ἐπιβολῆς· ἔτι δὲ Κυρηναίων αὐτοὺς μεταπεμψαμένων ἐπιφανῶς προύστησαν καὶ διεφύλαξαν αὐτοῖς τὴν ἐλευθερίαν,
οἷς κατὰ τὴν πρώτην ἡλικίαν ἐπὶ πολὺ συμβιώσας διέφερε μὲν εὐθέως τῶν καθʼ αὑτὸν περί τε τὰς ἐν τοῖς κυνηγίοις κακοπαθείας καὶ τόλμας περί τε τὰς ἐν τοῖς πολεμικοῖς,
ἦν δὲ καὶ περὶ τὸν βίον ἐπιμελὴς καὶ λιτὸς κατὰ τὴν περικοπήν, παρειληφὼς παρὰ τῶν προειρημένων ἀνδρῶν τοιαύτας τινὰς δόξας ὡς οὐχ οἷόν τε τῶν κοινῶν προστατεῖν καλῶς τὸν ὀλιγωροῦντα τῶν κατὰ τὸν ἴδιον βίον, οὔτε μὴν ἀποσχέσθαι τῶν τῆς πατρίδος, ὅστις πολυτελέστερον ζῇ τῆς κατὰ τὴν ἰδίαν ὕπαρξιν χορηγίας.
πλὴν κατασταθεὶς ὑπὸ τῶν Ἀχαιῶν ἱππάρχης ἐν τοῖς προειρημένοις καιροῖς, καὶ παραλαβὼν τὰ συντάγματα τῶν ἱππέων παντὶ τρόπῳ κατεφθαρμένα καὶ τὰς ψυχὰς τῶν ἀνδρῶν ἡττημένας,
οὐ μόνον αὐτοὺς ἑαυτῶν βελτίους, ἀλλὰ καὶ τῶν ὑπεναντίων κρείττους ἐν ὀλίγῳ χρόνῳ κατεσκεύασε, πάντας εἰς ἀληθινὴν ἄσκησιν καὶ ζῆλον ἐπιτευκτικὸν ἐμβιβάσας.
τῶν μὲν γὰρ ἄλλων οἱ πλεῖστοι τῶν καθισταμένων ἐπὶ τὴν προειρημένην ἀρχήν, οἱ μὲν διὰ τὴν ἰδίαν ἀδυναμίαν ἐν τοῖς ἱππικοῖς οὐδὲ τοῖς πλησίον τολμῶσιν οὐδὲν ὧν καθήκει προστάττειν,
οἱ δὲ τῆς στρατηγίας ὀρεγόμενοι διὰ ταύτης τῆς ἀρχῆς ἐξεριθεύονται τοὺς νέους καὶ παρασκευάζουσιν εὔνους συναγωνιστὰς εἰς τὸ μέλλον, οὐκ ἐπιτιμῶντες τῷ δεομένῳ, διʼ οὗ τρόπου σῴζεται τὰ κοινά, ἀλλὰ συμπεριστέλλοντες τὰς ἁμαρτίας καὶ μικρᾷ χάριτι μεγάλα βλάπτοντες τοὺς πιστεύοντας.
εἰ δέ ποτε γένοιντο τῶν ἀρχόντων τινὲς τῇ τε κατὰ σῶμα χρείᾳ δυνατοὶ πρός τε τὸ τῶν κοινῶν ἀπέχεσθαι πρόθυμοι, πλείω κατὰ τῶν ὀλιγωρούντων διὰ τὴν κακοζηλωσίαν ἀπεργάζονται τοὺς πεζούς, ἔτι δὲ μᾶλλον τοὺς ἱππεῖς.
ἦσαν δὲ κινήσεις, ἃς ὑπελάμβανε πρὸς πάντα καιρὸν ἁρμόζειν, αἷς ἔδει συνειθίσθαι τοὺς ἱππεῖς, αὗται·
αἱ καθʼ ἵππον μὲν κλίσεις ἐφʼ ἡνίαν καὶ πάλιν ἐπὶ δόρυ, πρὸς δὲ τούτοις ἀναστροφὴ καὶ μεταβολή,
κατʼ οὐλαμὸν δʼ ἐπιστροφὴ καὶ περισπασμός, ἔτι δʼ ἐκπερισπασμός,
πρὸς δὲ τούτοις ἐξαγωγαὶ κατὰ λόχους καὶ διλοχίας ἀφʼ ἑκατέρων τῶν κεράτων μετὰ τάχους, ποτὲ δʼ ἀπὸ τῶν μέσων, καὶ συναγωγαὶ πάλιν μετʼ ἐποχῆς εἰς οὐλαμούς, εἰς ἴλας, εἰς ἱππαρχίας,
ἐπὶ δὲ τούτοις ἐκτάξεις ἐφʼ ἑκατέρων τῶν κεράτων ἢ διὰ παρεμβολῆς ἢ διὰ παραγωγῆς τῆς παρὰ τοὺς οὐραγούς.
τὰς μὲν γὰρ κατὰ περίκλασιν οὐ προσδεῖσθαι μελέτης ἔφη· σχεδὸν γὰρ ὡς ἂν εἰ πορείας ἔχειν διάθεσιν.
ἐκ δὲ τούτου τὰς ἐπαγωγὰς τὰς ἐπὶ τοὺς ἐναντίους καὶ τὰς ἀποχωρήσεις ἔδει συνεθίζειν ἐν πάσαις ταῖς κινήσεσιν ἐπὶ τοσοῦτον ὥστε δεινῷ τῷ τάχει προσάγειν, ἐφʼ ὅσον συζυγοῦντας καὶ συστοιχοῦντας διαμένειν, ἅμα δὲ καὶ τὰ διαστήματα κατὰ τοὺς οὐλαμοὺς τηρεῖν,
ὡς ἱππέων λελυκότων τὴν τάξιν τὴν ἐν οὐλαμοῖς, αἱρουμένων κινδυνεύειν, οὐδὲν ἐπισφαλέστερον ὑπάρχον οὐδʼ ἀχρειότερον.