Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 1

87.8 διόπερ ἀμφότεροι τοῦτο προθέμενοι παρεκάλουν μὲν πάντας τοὺς συμμάχους πρὸς τὸν κίνδυνον, συνῆγον δὲ τὰς φρουρὰς ἐκ τῶν πόλεων, ὡς ἂν μέλλοντες ἐκκυβεύειν ὑπὲρ τῶν ὅλων.
87.9 ἐπειδὴ δʼ ἑκατέροις ἦν τὰ πρὸς τὴν ἐπιβολὴν ἕτοιμα, παραταξάμενοι συνέβαλλον ἀλλήλοις ἐξ ὁμολόγου.
87.10 γενομένου δὲ τοῦ νικήματος κατὰ τοὺς Καρχηδονίους, οἱ μὲν πλεῖστοι τῶν Λιβύων ἐν αὐτῷ τῷ κινδύνῳ διεφθάρησαν, οἱ δὲ πρός τινα πόλιν συμφυγόντες μετʼ οὐ πολὺ παρέδοσαν ἑαυτούς, ὁ δὲ Μάθως ὑποχείριος ἐγένετο τοῖς ἐχθροῖς ζωγρίᾳ.
88.1 τὰ μὲν οὖν ἄλλα μέρη τῆς Λιβύης μετὰ τὴν μάχην εὐθέως ὑπήκουσε τοῖς Καρχηδονίοις·
88.2 ἡ δὲ τῶν Ἱππακριτῶν καὶ τῶν Ἰτυκαίων πόλις ἔμενον, οὐδεμίαν ἀφορμὴν ἔχουσαι πρὸς διάλυσιν διὰ τὸ μὴ καταλείπεσθαι σφίσι τόπον ἐλέους μηδὲ συγγνώμης κατὰ τὰς πρώτας ἐπιβολάς.
88.3 οὕτως καὶ κατὰ ταύτας τὰς ἁμαρτίας μεγάλην ἔχει διαφορὰν ἡ μετριότης καὶ τὸ μηδὲν ἀνήκεστον ἐπιτηδεύειν ἑκουσίως.
88.4 οὐ μὴν ἀλλὰ παραστρατοπεδεύσαντες ᾗ μὲν Ἄννων ᾗ δὲ Βάρκας ταχέως ἠνάγκασαν αὐτοὺς ὁμολογίας ποιήσασθαι καὶ διαλύσεις εὐδοκουμένας Καρχηδονίοις.
88.5 ὁ μὲν οὖν Λιβυκὸς πόλεμος εἰς τοιαύτην ἀγαγὼν περίστασιν Καρχηδονίους τοιοῦτον ἔσχε τὸ τέλος ὥστε μὴ μόνον κυριεῦσαι πάλιν τῆς Λιβύης τοὺς Καρχηδονίους, ἀλλὰ καὶ τοὺς αἰτίους τῆς ἀποστάσεως τιμωρήσασθαι καταξίως·
88.6 τὸ γὰρ πέρας, ἀγαγόντες οἱ νέοι τὸν θρίαμβον διὰ τῆς πόλεως πᾶσαν αἰκίαν ἐναπεδείξαντο τοῖς περὶ τὸν Μάθω.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi