Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 1

69.12 καὶ μόνον τὸ ῥῆμα τοῦτο κοινῇ συνίεσαν τὸ βάλλε διὰ τὸ συνεχῶς αὐτὸ πράττειν. μάλιστα δὲ τοῦτʼ ἐποίουν, ὁπότε μεθυσθέντες ἀπὸ τῶν ἀρίστων συνδράμοιεν.
69.13 διόπερ ὅτε τις ἄρξαιτο βάλλε λέγειν, οὕτως ἐγίνετο πανταχόθεν ἅμα καὶ ταχέως ὥστε μηδένα δύνασθαι διαφυγεῖν τῶν ἅπαξ προελθόντων.
69.14 πλὴν οὐδενὸς ἔτι τολμῶντος συμβουλεύειν διὰ ταύτην τὴν αἰτίαν, κατέστησαν αὑτῶν
70.1 στρατηγοὺς Μάθω καὶ Σπένδιον. ὁ δὲ Γέσκων ἑώρα μὲν τὴν ὅλην ἀκαταστασίαν καὶ ταραχήν, περὶ πλείστου δὲ ποιούμενος τὸ τῇ πατρίδι συμφέρον καὶ θεωρῶν ὅτι τούτων ἀποθηριωθέντων κινδυνεύουσι προφανῶς οἱ Καρχηδόνιοι τοῖς ὅλοις πράγμασι,
70.2 παρεβάλλετο καὶ προσεκαρτέρει, ποτὲ μὲν τοὺς προεστῶτας αὐτῶν εἰς τὰς χεῖρας λαμβάνων, ποτὲ δὲ κατὰ γένη συναθροίζων καὶ παρακαλῶν.
70.3 οὐ μὴν ἀλλὰ τῶν Λιβύων οὐδέπω κεκομισμένων τὰς σιταρχίας, οἰομένων δὲ δεῖν ἀποδεδόσθαι σφίσι καὶ προσιόντων θρασέως, βουλόμενος ὁ Γέσκων ἐπιπλῆξαι τὴν προπέτειαν αὐτῶν, Μάθω τὸν στρατηγὸν ἀπαιτεῖν ἐκέλευεν.
70.4 οἱ δʼ ἐπὶ τοσοῦτον διωργίσθησαν ὥστʼ οὐδὲ τὸν τυχόντα χρόνον ἀναστροφὴν δόντες ὥρμησαν τὸ μὲν πρῶτον ἐπὶ τὸ διαρπάζειν τὰ πρόχειρα τῶν χρημάτων, μετὰ δὲ ταῦτα συλλαμβάνειν τόν τε Γέσκωνα καὶ τοὺς μετʼ αὐτοῦ Καρχηδονίους.
70.5 οἱ δὲ περὶ τὸν Μάθω καὶ τὸν Σπένδιον ὑπολαμβάνοντες τάχιστʼ ἂν οὕτως ἐκκαυθῆναι τὸν πόλεμον, εἰ παράνομόν τι πράξειαν καὶ παράσπονδον, συνήργουν ταῖς τῶν ὄχλων ἀπονοίαις καὶ τὴν μὲν ἀποσκευὴν τῶν Καρχηδονίων ἅμα τοῖς χρήμασι διήρπαζον, τὸν δὲ Γέσκωνα καὶ τοὺς σὺν αὐτῷ δήσαντες ὑβριστικῶς εἰς φυλακὴν παρεδίδοσαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi