Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 7

346 οὐ μὴν ἀλλʼ ἐπειδὰν ἀπολυθεῖσα τοῦ καθέλκοντος αὐτὴν βάρους ἐπὶ γῆν καὶ προσκρεμαμένου χῶρον ἀπολάβῃ τὸν οἰκεῖον, τότε δὴ μακαρίας ἰσχύος καὶ πανταχόθεν ἀκωλύτου μετέχει δυνάμεως, ἀόρατος μένουσα τοῖς ἀνθρωπίνοις ὄμμασιν ὥσπερ αὐτὸς ὁ θεός·
347 οὐδὲ γὰρ ἕως ἐστὶν ἐν σώματι θεωρεῖται· πρόσεισι γὰρ ἀφανῶς καὶ μὴ βλεπομένη πάλιν ἀπαλλάττεται, μίαν μὲν αὐτὴ φύσιν ἔχουσα τὴν ἄφθαρτον, αἰτία δὲ σώματι γινομένη μεταβολῆς.
348 ὅτου γὰρ ἂν ψυχὴ προσψαύσῃ, τοῦτο ζῇ καὶ τέθηλεν, ὅτου δʼ ἂν ἀπαλλαγῇ, μαρανθὲν ἀποθνήσκει· τοσοῦτον αὐτῇ περίεστιν ἀθανασίας.
349 ὕπνος δὲ τεκμήριον ὑμῖν ἔστω τῶν λόγων ἐναργέστατον, ἐν ᾧ ψυχαὶ τοῦ σώματος αὐτὰς μὴ περισπῶντος ἡδίστην μὲν ἔχουσιν ἀνάπαυσιν ἐφʼ αὑτῶν γενόμεναι, θεῷ δʼ ὁμιλοῦσαι κατὰ συγγένειαν πάντη μὲν ἐπιφοιτῶσι, πολλὰ δὲ τῶν ἐσομένων προθεσπίζουσι.
350 τί δὴ δεῖ δεδιέναι θάνατον τὴν ἐν ὕπνῳ γινομένην ἀνάπαυσιν ἀγαπῶντας; πῶς δʼ οὐκ ἀνόητόν ἐστιν τὴν ἐν τῷ ζῆν ἐλευθερίαν διώκοντας τῆς ἀιδίου φθονεῖν αὑτοῖς;
351 ἔδει μὲν οὖν ἡμᾶς οἴκοθεν πεπαιδευμένους ἄλλοις εἶναι παράδειγμα τῆς πρὸς θάνατον ἑτοιμότητος· οὐ μὴν ἀλλʼ εἰ καὶ τῆς παρὰ τῶν ἀλλοφύλων δεόμεθα πίστεως, βλέψωμεν εἰς Ἰνδοὺς τοὺς σοφίαν ἀσκεῖν ὑπισχνουμένους.
352 ἐκεῖνοί τε γὰρ ὄντες ἄνδρες ἀγαθοὶ τὸν μὲν τοῦ ζῆν χρόνον ὥσπερ ἀναγκαίαν τινὰ τῇ φύσει λειτουργίαν ἀκουσίως ὑπομένουσι,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi