Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 7

266 ποία δὲ αὐτοὺς φιλία, ποία δὲ συγγένεια πρὸς τοὺς ἐφʼ ἑκάστης ἡμέρας φόνους οὐχὶ θρασυτέρους ἐποίησε; τὸ μὲν γὰρ τοὺς ἀλλοτρίους κακῶς ποιεῖν ἀγεννοῦς ἔργον πονηρίας [εἶναι] ὑπελάμβανον, λαμπρὰν δὲ φέρειν ἐπίδειξιν ἡγοῦντο τὴν ἐν τοῖς οἰκειοτάτοις ὠμότητα.
267 παρημιλλήσατο δὲ καὶ τὴν τούτων ἀπόνοιαν ἡ τῶν Ἰδουμαίων μανία· ἐκεῖνοι γὰρ οἱ μιαρώτατοι τοὺς ἀρχιερέας κατασφάξαντες, ὅπως μηδὲ μέρος τι τῆς πρὸς τὸν θεὸν εὐσεβείας διαφυλάττηται, πᾶν ὅσον ἦν λείψανον ἔτι πολιτικοῦ σχήματος ἐξέκοψαν,
268 καὶ τὴν τελεωτάτην εἰσήγαγον διὰ πάντων ἀνομίαν, ἐν ᾗ τὸ τῶν ζηλωτῶν κληθέντων γένος ἤκμασεν, οἳ τὴν προσηγορίαν τοῖς ἔργοις ἐπηλήθευσαν·
269 πᾶν γὰρ κακίας ἔργον ἐξεμιμήσαντο, μηδʼ εἴ τι πρότερον προϋπάρχον ἡ μνήμη παραδέδωκεν αὐτοὶ παραλιπόντες ἀζήλωτον.
270 καίτοι τὴν προσηγορίαν αὑτοῖς ἀπὸ τῶν ἐπʼ ἀγαθῷ ζηλουμένων ἐπέθεσαν, ἢ κατειρωνευόμενοι τῶν ἀδικουμένων διὰ τὴν αὐτῶν θηριώδη φύσιν ἢ τὰ μέγιστα τῶν κακῶν ἀγαθὰ νομίζοντες.
271 τοιγαροῦν προσῆκον ἕκαστοι τὸ τέλος εὕροντο τοῦ θεοῦ τὴν ἀξίαν ἐπὶ πᾶσιν αὐτοῖς τιμωρίαν βραβεύσαντος·
272 ὅσας γὰρ ἀνθρώπου δύναται φύσις κολάσεις ὑπομεῖναι, πᾶσαι κατέσκηψαν εἰς αὐτοὺς μέχρι καὶ τῆς ἐσχάτης τοῦ βίου τελευτῆς, ἣν ὑπέμειναν ἐν πολυτρόποις αἰκίαις ἀποθανόντες.
273 οὐ μὴν ἀλλὰ φαίη τις ἂν αὐτοὺς ἐλάττω παθεῖν ὧν ἔδρασαν· τὸ γὰρ δικαίως ἐπʼ αὐτῶν οὐ προσῆν.
274 τοὺς δὲ ταῖς ἐκείνων ὠμότησι περιπεσόντας οὐ τοῦ παρόντος ἂν εἴη καιροῦ κατὰ τὴν ἀξίαν ὀδύρεσθαι· πάλιν οὖν ἐπάνειμι πρὸς τὸ καταλειπόμενον μέρος τῆς διηγήσεως.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi