Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 7

65 τῇ τε γὰρ βουλῇ κατὰ μνήμην τῶν γεγενημένων ἐν ταῖς τῶν ἡγεμόνων μεταβολαῖς συμφορῶν εὐκταῖον ἦν ἀπολαβεῖν ἡγεμόνα γήρως σεμνότητι καὶ πράξεων ἀκμῇ πολεμικῶν κεκοσμημένον, ᾧ τὴν ὑπεροχὴν πρὸς μόνην ἠπίσταντο τὴν τῶν ἀρχομένων σωτηρίαν ἐσομένην.
66 καὶ μὴν ὁ δῆμος ὑπὸ τῶν ἐμφυλίων κακῶν τετρυχωμένος ἔτι μᾶλλον ἐλθεῖν αὐτὸν ἔσπευδε, τότε δὴ βεβαίως μὲν ἀπαλλαγήσεσθαι τῶν συμφορῶν ὑπολαμβάνων, ἀπολήψεσθαι δὲ τὴν ἄδειαν μετὰ τῆς εὐετηρίας πεπιστευκώς.
67 ἐξαιρέτως δὲ τὸ στρατιωτικὸν εἰς αὐτὸν ἀφεώρα· μάλιστα γὰρ οὗτοι τῶν κατωρθωμένων αὐτῷ πολέμων ἐγίνωσκον τὸ μέγεθος, τῆς ἀπειρίας δὲ τῶν ἄλλων ἡγεμόνων καὶ τῆς ἀνανδρίας πεπειραμένοι πολλῆς μὲν αἰσχύνης αὐτοὺς ἐπεθύμουν ἀπηλλάχθαι, τὸν μόνον δὲ καὶ σώζειν αὐτοὺς καὶ κοσμεῖν δυνάμενον ἀπολαβεῖν ηὔχοντο.
68 τοιαύτης δὲ εὐνοίας ἐξ ἁπάντων ὑπαρχούσης τοῖς μὲν κατὰ τὰς ἀξιώσεις προύχουσι τῶν ἀνδρῶν οὐκέτʼ ἀνεκτὸν ἦν ἀναμένειν, ἀλλὰ πορρωτάτω τῆς Ῥώμης αὐτῷ προεντυχεῖν ἔσπευδον.
69 οὐ μὴν οὐδὲ τῶν ἄλλων τις ἠνείχετο τῆς ἐντεύξεως τὴν ἀναβολήν, ἀλλʼ οὕτως ἐξεχέοντο πάντες ἀθρόοι καὶ πᾶσιν εὐπορώτερον καὶ ῥᾷον ἐδόκει τοῦ μένειν τὸ ἀπιέναι, ὡς καὶ τὴν πόλιν αὐτὴν τότε πρῶτον ἐν ἑαυτῇ λαβεῖν ὀλιγανθρωπίας αἴσθησιν ἰδίαν· ἦσαν γὰρ ἐλάττους τῶν ἀπιόντων οἱ μένοντες.
70 ἐπεὶ δὲ προσιὼν ἠγγέλλετο, καὶ τὴν ἡμερότητα τῆς ἐντεύξεως αὐτοῦ τὴν πρὸς ἑκάστους ἐδήλουν οἱ προσελθόντες, ἅπαν ἤδη τὸ λοιπὸν πλῆθος ἅμα γυναιξὶ καὶ παισὶν ἐπὶ ταῖς παρόδοις ἐξεδέχετο,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi