Kitap 7
Ἐπεὶ δʼ οὔτε φονεύειν οὔτε διαρπάζειν εἶχεν ἡ στρατιὰ πάντων τοῖς θυμοῖς ἐπιλειπόντων, οὐ γὰρ δή γε φειδοῖ τινος ἔμελλον ἀφέξεσθαι δρᾶν ἔχοντες, κελεύει Καῖσαρ ἤδη τήν τε πόλιν ἅπασαν καὶ τὸν νεὼν κατασκάπτειν, πύργους μὲν ὅσοι τῶν ἄλλων ὑπερανειστήκεσαν καταλιπόντας, Φασάηλον Ἱππικὸν Μαριάμμην, τεῖχος δʼ ὅσον ἦν ἐξ ἑσπέρας τὴν πόλιν περιέχον,
τοῦτο μέν, ὅπως εἴη τοῖς ὑπολειφθησομένοις φρουροῖς στρατόπεδον, τοὺς πύργους δέ, ἵνα τοῖς ἔπειτα σημαίνωσιν οἵας πόλεως καὶ τίνα τρόπον ὀχυρᾶς οὕτως ἐκράτησεν ἡ Ῥωμαίων ἀνδραγαθία.
τὸν δʼ ἄλλον ἅπαντα τῆς πόλεως περίβολον οὕτως ἐξωμάλισαν οἱ κατασκάπτοντες, ὡς μηδεπώποτʼ οἰκηθῆναι πίστιν ἂν ἔτι παρασχεῖν τοῖς προσελθοῦσι.
τοῦτο μὲν οὖν τὸ τέλος ἐκ τῆς τῶν νεωτερισάντων ἀνοίας Ἱεροσολύμοις ἐγένετο, λαμπρᾷ τε πόλει καὶ παρὰ πᾶσιν ἀνθρώποις διαβοηθείσῃ.
Καῖσαρ δὲ φυλακὴν μὲν αὐτόθι καταλιπεῖν ἔγνω τῶν ταγμάτων τὸ δέκατον καί τινας ἴλας ἱππέων καὶ λόχους πεζῶν, πάντα δʼ ἤδη τὰ τοῦ πολέμου διῳκηκὼς ἐπαινέσαι τε σύμπασαν ἐπόθει τὴν στρατιὰν ἐπὶ τοῖς κατορθώμασιν καὶ τὰ προσήκοντα γέρα τοῖς ἀριστεύσασιν ἀποδοῦναι.
ποιηθέντος οὖν αὐτῷ μεγάλου κατὰ μέσην τὴν πρότερον παρεμβολὴν βήματος, καταστὰς ἐπὶ τοῦτο μετὰ τῶν ἡγεμόνων εἰς ἐπήκοον ἁπάσῃ τῇ στρατιᾷ ἔλεγε χάριν μὲν πολλὴν ἔχειν αὐτοῖς τῆς πρὸς αὐτὸν εὐνοίας, ᾗ χρώμενοι διατελοῦσιν·
ἐπῄνει δὲ τῆς ἐν παντὶ πολέμῳ πειθαρχίας, ἣν ἐν πολλοῖς καὶ μεγάλοις κινδύνοις ἅμα τῇ κατὰ σφᾶς ἀνδρείᾳ παρέσχον, τῇ μὲν πατρίδι καὶ διʼ αὐτῶν τὸ κράτος αὔξοντες, φανερὸν δὲ πᾶσιν ἀνθρώποις καθιστάντες, ὅτι μήτε πλῆθος πολεμίων μήτε χωρίων ὀχυρότητες ἢ μεγέθη πόλεων ἢ τῶν ἀντιτεταγμένων ἀλόγιστοι τόλμαι καὶ θηριώδεις ἀγριότητες δύναιντʼ ἄν ποτε τὴν Ῥωμαίων ἀρετὴν διαφυγεῖν, κἂν εἰς πολλά τινες τὴν τύχην εὕρωνται συναγωνιζομένην.
καλὸν μὲν οὖν ἔφη καὶ τῷ πολέμῳ τέλος αὐτοὺς ἐπιθεῖναι πολλῷ χρόνῳ γενομένῳ· μηδὲ γὰρ εὔξασθαί τι τούτων ἄμεινον, ὅτʼ εἰς αὐτὸν καθίσταντο·
τούτου δὲ κάλλιον αὐτοῖς καὶ λαμπρότερον ὑπάρχειν, ὅτι τοὺς ἡγησομένους καὶ τῆς Ῥωμαίων ἀρχῆς ἐπιτροπεύσοντας αὐτῶν χειροτονησάντων εἴς τε τὴν πατρίδα προπεμψάντων ἄσμενοι πάντες προσίενται καὶ τοῖς ὑπʼ αὐτῶν ἐγνωσμένοις ἐμμένουσι, χάριν ἔχοντες τοῖς ἑλομένοις.
θαυμάζειν μὲν οὖν ἔφη πάντας καὶ ἀγαπᾶν, εἰδὼς ὅτι τοῦ δυνατοῦ τὴν προθυμίαν οὐδεὶς ἔσχε βραδυτέραν·
τοῖς μέντοι διαπρεπέστερον ἀγωνισαμένοις ὑπὸ ῥώμης πλείονος καὶ τὸν μὲν αὑτῶν βίον ἀριστείαις κεκοσμηκόσι, τὴν δʼ αὐτοῦ στρατείαν ἐπιφανεστέραν διὰ τῶν κατορθωμάτων πεποιηκόσιν ἔφη τὰ γέρα καὶ τὰς τιμὰς εὐθὺς ἀποδώσειν, καὶ μηδένα τῶν πλέον πονεῖν ἑτέρου θελησάντων τῆς δικαίας ἀμοιβῆς ἁμαρτήσεσθαι.
πλείστην γὰρ αὐτῷ τούτου γενήσεσθαι τὴν ἐπιμέλειαν, ἐπεὶ καὶ μᾶλλον ἐθέλειν τὰς ἀρετὰς τιμᾶν τῶν συστρατευομένων ἢ κολάζειν τοὺς ἁμαρτάνοντας.
Εὐθέως οὖν ἐκέλευσεν ἀναγινώσκειν τοῖς ἐπὶ τοῦτο τεταγμένοις ὅσοι τι λαμπρὸν ἦσαν ἐν τῷ πολέμῳ κατωρθωκότες.
καὶ κατʼ ὄνομα καλῶν ἐπῄνει τε παριόντας ὡς ἂν ὑπερευφραινόμενός τις ἐπʼ οἰκείοις κατορθώμασι καὶ στεφάνους ἐπετίθει χρυσοῦς, περιαυχένιά τε χρυσᾶ καὶ δόρατα μικρὰ χρυσᾶ καὶ σημαίας ἐδίδου πεποιημένας ἐξ ἀργύρου,
καὶ τὴν ἑκάστου τάξιν ἤλλαττεν εἰς τὸ κρεῖττον, οὐ μὴν ἀλλὰ κἀκ τῶν λαφύρων ἄργυρον καὶ χρυσὸν ἐσθῆτάς τε καὶ τῆς ἄλλης αὐτοῖς λείας δαψιλῶς ἀπένειμε.
πάντων δὲ τετιμημένων ὅπως αὐτὸς ἕκαστον ἠξίωσε, τῇ συμπάσῃ στρατιᾷ ποιησάμενος εὐχὰς ἐπὶ πολλῇ κατέβαινεν εὐφημίᾳ τρέπεταί τε πρὸς θυσίας ἐπινικίους, καὶ πολλοῦ βοῶν πλήθους τοῖς βωμοῖς παρεστηκότος καταθύσας πάντας τῇ στρατιᾷ διαδίδωσιν εἰς εὐωχίαν.
αὐτὸς δὲ τοῖς ἐν τέλει τρεῖς ἡμέρας συνεορτάσας τὴν μὲν ἄλλην στρατιὰν διαφίησιν ᾗ καλῶς εἶχεν ἑκάστους ἀπιέναι, τῷ δεκάτῳ δὲ τάγματι τὴν τῶν Ἱεροσολύμων ἐπέτρεψε φυλακὴν οὐκέτι αὐτοὺς ἐπὶ τὸν Εὐφράτην ἀποστείλας, ἔνθα πρότερον ἦσαν.
μεμνημένος δὲ τοῦ δωδεκάτου τάγματος, ὅτι Κεστίου στρατηγοῦντος ἐνέδωκαν τοῖς Ἰουδαίοις, τῆς μὲν Συρίας αὐτὸ παντάπασιν ἐξήλασεν, ἦν γὰρ τὸ παλαιὸν ἐν Ῥαφανέαις, εἰς δὲ τὴν Μελιτηνὴν καλουμένην ἀπέστειλε· παρὰ τὸν Εὐφράτην ἐν μεθορίοις τῆς Ἀρμενίας ἐστὶ καὶ Καππαδοκίας.
δύο δὲ ἠξίωσεν αὐτῷ μέχρι τῆς εἰς Αἴγυπτον ἀφίξεως, τὸ πέμπτον καὶ τὸ πεντεκαιδέκατον, παραμένειν.
καὶ καταβὰς ἅμα τῷ στρατῷ πρὸς τὴν ἐπὶ τῇ θαλάττῃ Καισάρειαν εἰς ταύτην τό τε πλῆθος τῶν λαφύρων ἀπέθετο καὶ τοὺς αἰχμαλώτους προσέταξεν ἐν αὐτῇ φυλάττεσθαι· τὸν γὰρ εἰς τὴν Ἰταλίαν πλοῦν ὁ χειμὼν ἐκώλυε.
Καθʼ ὃ δὲ καιροῦ Τίτος Καῖσαρ τοῖς Ἱεροσολύμοις πολιορκῶν προσήδρευεν, ἐν τούτῳ νεὼς φορτίδος Οὐεσπασιανὸς ἐπιβὰς ἀπὸ τῆς Ἀλεξανδρείας εἰς Ῥόδον διέβαινεν.
ἐντεῦθεν δὲ πλέων ἐπὶ τριήρων καὶ πάσας τὰς ἐν τῷ παράπλῳ πόλεις ἐπελθὼν εὐκταίως αὐτὸν δεχομένας, ἀπὸ τῆς Ἰωνίας εἰς τὴν Ἑλλάδα περαιοῦται κἀκεῖθεν ἀπὸ Κερκύρας ἐπʼ ἄκραν Ἰαπυγίαν, ὅθεν ἤδη κατὰ γῆν ἐποιεῖτο τὴν πορείαν.
Τίτος δὲ ἀπὸ τῆς ἐπὶ θαλάττῃ Καισαρείας ἀναζεύξας εἰς τὴν Φιλίππου καλουμένην Καισάρειαν ἧκε συχνόν
τʼ ἐν αὐτῇ χρόνον ἐπέμεινεν παντοίας θεωρίας ἐπιτελῶν καὶ πολλοὶ τῶν αἰχμαλώτων ἐνταῦθα διεφθάρησαν, οἱ μὲν θηρίοις παραβληθέντες, οἱ δὲ κατὰ πληθὺν ἀλλήλοις ἀναγκαζόμενοι χρήσασθαι πολεμίοις.
ἐνταῦθα καὶ τὴν Σίμωνος τοῦ Γιώρα σύλληψιν ἐπύθετο τοῦτον γενομένην τὸν τρόπον.
Σίμων οὗτος Ἱεροσολύμων πολιορκουμένων ἐπὶ τῆς ἄνω πόλεως ὤν, ἐπεὶ τῶν τειχῶν ἐντὸς ἡ Ῥωμαίων στρατιὰ γενομένη πᾶσαν ἐπόρθει τὴν πόλιν, τότε τῶν φίλων τοὺς πιστοτάτους παραλαβὼν καὶ σὺν αὐτοῖς λιθοτόμους τε καὶ τὸν πρὸς τὴν ἐργασίαν ἐπιτήδειον τούτοις σίδηρον τροφήν τε διαρκεῖν εἰς πολλὰς ἡμέρας δυναμένην, σὺν ἐκείνοις ἅπασι καθίησιν αὑτὸν εἴς τινα τῶν ἀφανῶν ὑπονόμων.
καὶ μέχρι μὲν ἦν τὸ παλαιὸν ὄρυγμα, προυχώρουν διʼ αὐτοῦ, τῆς στερεᾶς δὲ γῆς ὑπαντώσης ταύτην ὑπενόμευον, ἐλπίδι τοῦ πορρωτέρω δυνήσεσθαι προελθόντες ἐν ἀσφαλεῖ ποιησάμενοι τὴν ἀνάδυσιν ἀποσώζεσθαι.
ψευδῆ δὲ τὴν ἐλπίδα διήλεγχεν ἡ πεῖρα τῶν ἔργων· ὀλίγον τε γὰρ μόλις προύβαινον οἱ μεταλλεύοντες, ἥ τε τροφὴ καίτοι ταμιευομένοις ἔμελλεν ἐπιλείψειν.
τότε δὴ τοίνυν ὡς διʼ ἐκπλήξεως ἀπατῆσαι τοὺς Ῥωμαίους δυνησόμενος λευκοὺς ἐνδιδύσκει χιτωνίσκους καὶ πορφυρᾶν ἐμπερονησάμενος χλανίδα κατʼ αὐτὸν ἐκεῖνον τὸν τόπον, ἐν ᾧ τὸ ἱερὸν ἦν πρόσθεν, ἐκ τῆς γῆς ἀνεφάνη.
τὸ μὲν οὖν πρῶτον τοῖς ἰδοῦσι θάμβος προσέπεσε καὶ κατὰ χώραν ἔμενον, ἔπειτα δʼ ἐγγυτέρω προσελθόντες ὅστις ἐστὶν ἤροντο.
καὶ τοῦτο μὲν οὐκ ἐδήλου Σίμων αὐτοῖς, καλεῖν δὲ τὸν ἡγεμόνα προσέταττεν. καὶ ταχέως πρὸς αὐτὸν δραμόντων ἧκεν Τερέντιος Ῥοῦφος· οὗτος γὰρ ἄρχων τῆς στρατιᾶς κατελέλειπτο· πυθόμενός τε παρʼ αὐτοῦ πᾶσαν τὴν ἀλήθειαν τὸν μὲν ἐφύλαττε δεδεμένον, Καίσαρι δʼ ὅπως εἴη συνειλημμένος ἐδήλου.
Σίμωνα μὲν οὖν εἰς δίκην τῆς κατὰ τῶν πολιτῶν ὠμότητος, ὧν πικρῶς αὐτὸς ἐτυράννησεν, ὑπὸ τοῖς μάλιστα μισοῦσι πολεμίοις ἐποίησεν ὁ θεός,
οὐ βίᾳ γενόμενον αὐτοῖς ὑποχείριον, ἀλλʼ αὑτὸν ἑκουσίως εἰς τὴν τιμωρίαν παραβαλόντα, διʼ ὃ πολλοὺς αὐτὸς ὠμῶς ἀπέκτεινε ψευδεῖς αἰτίας ἐπιφέρων τῆς πρὸς Ῥωμαίους μεταβολῆς.
οὐδὲ γὰρ διαφεύγει πονηρία θεοῦ χόλον, οὐδὲ ἀσθενὴς ἡ δίκη, χρόνῳ δὲ μέτεισι τοὺς εἰς αὐτὴν παρανομήσαντας καὶ χείρω τὴν τιμωρίαν ἐπιφέρει τοῖς πονηροῖς, ὅτι καὶ προσεδόκησαν αὐτῆς ἀπηλλάχθαι μὴ παραυτίκα κολασθέντες. ἔγνω τοῦτο καὶ Σίμων εἰς τὰς Ῥωμαίων ὀργὰς ἐμπεσών.
ἡ δʼ ἐκείνου γῆθεν ἄνοδος πολὺ καὶ τῶν ἄλλων στασιαστῶν πλῆθος ὑπʼ ἐκείνας τὰς ἡμέρας ἐν τοῖς ὑπονόμοις φωραθῆναι παρεσκεύασε.
Καίσαρι δὲ εἰς τὴν παράλιον ἐπανελθόντι Καισάρειαν Σίμων προσήχθη δεδεμένος· κἀκεῖνον μὲν εἰς ὃν ἐπιτελεῖν ἐν Ῥώμῃ παρεσκευάζετο θρίαμβον προσέταξε φυλάττειν.
Διατρίβων δʼ αὐτόθι τὴν τἀδελφοῦ γενέθλιον ἡμέραν ἐπιφανῶς ἑώρταζε, πολὺ καὶ τῆς τῶν Ἰουδαίων κολάσεως εἰς τὴν ἐκείνου τιμὴν ἀνατιθείς.
ὁ γὰρ ἀριθμὸς τῶν ἔν τε ταῖς πρὸς τὰ θηρία μάχαις καὶ τῶν καταπιμπραμένων ἔν τε ταῖς ἀλληλοκτονίαις ἀναιρουμένων πεντακοσίους ἐπὶ τοῖς δισχιλίοις ὑπερέβαλε. πάντα μέντοι Ῥωμαίοις ἐδόκει ταῦτα μυρίοις αὐτῶν ἀπολλυμένων τρόποις ἐλάττων κόλασις εἶναι.
μετὰ τοῦτο Καῖσαρ εἰς Βηρυτὸν ἧκεν· ἡ δʼ ἐστὶν ἐν τῇ Φοινίκῃ πόλις Ῥωμαίων ἄποικος· κἀνταῦθα χρονιωτέραν ἐποιήσατο τὴν ἐπιδημίαν πλείονι χρώμενος τῇ λαμπρότητι περὶ τὴν τοῦ πατρὸς ἡμέραν γενέθλιον ἔν τε ταῖς τῶν θεωριῶν πολυτελείαις καὶ κατὰ τὴν ἄλλην ἐπίνοιαν τῶν ἄλλων ἀναλωμάτων.
τὸ δὲ τῶν αἰχμαλώτων πλῆθος τὸν αὐτὸν τρόπον ὡς πρόσθεν ἀπώλλυτο.