Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 6

372 τηνικαῦτά γε μὴν τοῖς ὑπογείοις πεποιθότες αὐτοὶ πλείονα τῶν Ῥωμαίων ἐνεπίμπρασαν, καὶ τοὺς ἐκ τῶν καιομένων καταφεύγοντας εἰς τὰς διώρυχας ἔκτεινόν τε ἀνέδην καὶ ἐσύλων καὶ εἴ τινος εὕροιεν τροφὴν ἁρπάζοντες αἵματι πεφυρμένην κατέπινον.
373 ἦν δὲ καὶ πρὸς ἀλλήλους ἐν ταῖς ἁρπαγαῖς ἤδη πόλεμος αὐτοῖς, δοκοῦσί τε ἄν μοι μὴ φθασθέντες ὑπὸ τῆς ἁλώσεως διʼ ὑπερβολὴν ὠμότητος γεύσασθαι καὶ τῶν νεκρῶν.
374 Καῖσαρ δέ, ὡς ἀμήχανον ἦν ἐξελεῖν δίχα χωμάτων τὴν ἄνω πόλιν περίκρημνον οὖσαν, διανέμει τοῖς ἔργοις τὴν δύναμιν Λώου μηνὸς εἰκάδι.
375 χαλεπὴ δὲ ἦν τῆς ὕλης ἡ κομιδὴ πάντων, ὡς ἔφην, τῶν περὶ τὴν πόλιν ἐφʼ ἑκατὸν σταδίους ἐψιλωμένων εἰς τὰ πρότερον χώματα.
376 τῶν μὲν οὖν τεσσάρων ταγμάτων ἠγείρετο τὰ ἔργα κατὰ τὸ πρὸς δύσιν κλίμα τῆς πόλεως ἀντικρὺ τῆς βασιλικῆς αὐλῆς,
377 τὸ δὲ συμμαχικὸν πλῆθος καὶ ὁ λοιπὸς ὄχλος κατὰ τὸν ξυστὸν ἔχου καὶ τὴν γέφυραν καὶ τὸν Σίμωνος πύργον, ὃν ᾠκοδόμησε πρὸς Ἰωάννην πολεμῶν ἑαυτῷ φρούριον.
378 Κατὰ ταύτας τὰς ἡμέρας οἱ τῶν Ἰδουμαίων ἡγεμόνες κρύφα συνελθόντες ἐβουλεύσαντο περὶ παραδόσεως σφῶν αὐτῶν, καὶ πέμψαντες ἄνδρας πέντε πρὸς Τίτον ἱκέτευον δοῦναι δεξιὰν αὐτοῖς.
379 ὁ δὲ καὶ τοὺς τυράννους ἐνδώσειν ἐλπίσας ἀποσπασθέντων τῶν Ἰδουμαίων, οἳ πολὺ τοῦ πολέμου μέρος ἦσαν, βραδέως μέν, ἀλλʼ οὖν κατανεύει τε τὴν σωτηρίαν αὐτοῖς καὶ τοὺς ἄνδρας ἀνέπεμψε.
380 παρασκευαζομένων δὲ ἀποχωρεῖν αἰσθάνεται Σίμων, καὶ πέντε μὲν τοὺς ἀπελθόντας πρὸς Τίτον εὐθέως ἀναιρεῖ, τοὺς δὲ ἡγεμόνας, ὧν ἐπισημότατος ἦν ὁ τοῦ Σωσᾶ Ἰάκωβος, συλλαβὼν εἵργνυσι·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi