Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 6

25 οἱ δὲ τὴν σπουδὴν τῶν Ἰουδαίων τοῦ μὴ πληγῆναι τὴν Ἀντωνίαν ὑπολαμβάνοντες γίνεσθαι διʼ ἀσθένειαν τοῦ τείχους καὶ σαθροὺς ἐλπίσαντες εἶναι τοὺς θεμελίους ἀντεφιλονείκουν.
26 οὐ μὴν ὑπήκουε τὸ τυπτόμενον, ἀλλʼ οἱ μὲν συνεχῶς βαλλόμενοι καὶ πρὸς μηδένα τῶν καθύπερθεν κινδύνων ἐνδιδόντες ἐνεργοὺς παρεῖχον τὰς ἑλεπόλεις·
27 ὡς δʼ ἦσαν ἐλάττους καὶ περιεθραύοντο ταῖς πέτραις, ἕτεροι τοὺς θυρεοὺς ὀροφώσαντες ὑπὲρ τῶν σωμάτων χερσὶ καὶ μοχλοῖς ὑπώρυττον τοὺς θεμελίους, καὶ τέσσαράς γε λίθους προσκαρτερήσαντες ἐξέσεισαν.
28 ἀνέπαυσε δὲ νὺξ ἑκατέρους, κἀν ταύτῃ τὸ τεῖχος ὑπὸ τῶν κριῶν σεσαλευμένον, καὶ καθʼ ὃ τοῖς προτέροις ἐπιβουλεύων χώμασιν ὁ Ἰωάννης ὑπώρυξεν ἐνδούσης τῆς διώρυχος, ἐξαπίνης κατερείπεται.
29 Τούτου συμβάντος παραδόξως ἑκατέροις διετέθη τὰ φρονήματα·
30 Ἰουδαίους μὲν γάρ, οὓς ἀθυμεῖν εἰκὸς ἦν, τῷ μὴ παρʼ ἐλπίδα γενέσθαι τὸ πτῶμα καὶ προησφαλίσθαι πρὸς αὐτὸ θαρρεῖν ὡς μενούσης συνέβαινε τῆς Ἀντωνίας·
31 Ῥωμαίων δέ γε τὴν παρʼ ἐλπίδα χαρὰν ἐπὶ τῷ καταρριφθέντι ταχέως ἔσβεσεν ὄψις ἑτέρου τείχους, ὅπερ ἔνδοθεν οἱ περὶ τὸν Ἰωάννην ἀντῳκοδομήκεσαν.
32 εὐμαρεστέρα γε μὴν τῆς πρότερον ἡ προσβολὴ κατεφαίνετο· τό τε γὰρ ἀναβῆναι διὰ τῶν καταρριφθέντων ῥᾷον ἐδόκει, καὶ τὸ τεῖχος ἀσθενέστερόν τε πολλῷ τῆς Ἀντωνίας καὶ ταχέως τῷ πρόσκαιρον εἶναι λύειν ὑπελάμβανον. οὐ μὴν ἐτόλμα τις ἀναβῆναι· προῦπτος γὰρ τοῖς ἀρξαμένοις ἦν ἀπώλεια.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi