Kitap 6
252
ἔνθα δὴ τῶν στρατιωτῶν τις οὔτε παράγγελμα περιμείνας οὔτʼ ἐπὶ τηλικούτῳ δείσας ἐγχειρήματι, δαιμονίῳ ὁρμῇ τινι χρώμενος ἁρπάζει μὲν ἐκ τῆς φλεγομένης † φλογός, ἀνακουφισθεὶς δὲ ὑπὸ συστρατιώτου τὸ πῦρ ἐνίησι θυρίδι χρυσῇ, καθʼ ἣν εἰς τοὺς περὶ τὸν ναὸν οἴκους εἰσιτὸν ἦν ἐκ τοῦ βορείου κλίματος.
253
αἰρομένης δὲ τῆς φλογὸς Ἰουδαίων μὲν ἐγείρεται κραυγὴ τοῦ πάθους ἀξία, καὶ πρὸς τὴν ἄμυναν συνέθεον, οὔτε τοῦ ζῆν ἔτι φειδὼ λαμβάνοντες οὔτε ταμιευόμενοι τὴν ἰσχύν, διʼ ὃ φυλακτικοὶ πρότερον ἦσαν οἰχομένου.
254
Δραμὼν δέ τις ἀγγέλλει Τίτῳ· κἀκεῖνος, ἔτυχεν δὲ κατὰ σκηνὴν ἀναπαυόμενος ἐκ τῆς μάχης, ὡς εἶχεν ἀναπηδήσας ἔθει πρὸς τὸν ναὸν εἴρξων τὸ πῦρ.
255
κατόπιν δὲ οἵ τε ἡγεμόνες εἵποντο πάντες, καὶ πτοηθέντα τούτοις ἠκολούθει τὰ τάγματα· βοὴ δὲ ἦν καὶ θόρυβος ἅτε τηλικαύτης δυνάμεως ἀτάκτως κεκινημένης.
256
ὁ μὲν οὖν Καῖσαρ τῇ τε φωνῇ καὶ τῇ δεξιᾷ διεσήμαινε τοῖς μαχομένοις τὸ πῦρ σβεννύειν, οὔτε δὲ βοῶντος ἤκουον μείζονι κραυγῇ τὰς ἀκοὰς προκατειλημμένοι καὶ τοῖς νεύμασι τῆς χειρὸς οὐ προσεῖχον, οἱ μὲν τῷ πολεμεῖν, οἱ δὲ ὀργῇ περισπώμενοι.
257
τῶν δὲ ταγμάτων εἰσθεόντων οὔτε παραίνεσις οὔτʼ ἀπειλὴ κατεῖχεν τὰς ὁρμάς, ἀλλʼ ὁ θυμὸς ἁπάντων ἐστρατήγει· καὶ περὶ τὰς εἰσόδους συνωθούμενοι πολλοὶ μὲν ὑπʼ ἀλλήλων κατεπατοῦντο, πολλοὶ δὲ θερμοῖς ἔτι καὶ τυφομένοις τοῖς ἐρειπίοις τῶν στοῶν ἐμπίπτοντες ἡττωμένων συμφοραῖς ἐχρῶντο.
258
πλησίον δὲ τοῦ ναοῦ γινόμενοι τῶν μὲν τοῦ Καίσαρος παραγγελμάτων προσεποιοῦντο μηδὲ κατακούειν, τοῖς πρὸ αὐτῶν δὲ τὸ πῦρ ἐνιέναι παρεκελεύοντο.