Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 5

555 εἰ τῶν μὲν σὺν αὐτῷ στρατευομένων τινὲς τοιαῦτα δρῶσιν κέρδους ἕνεκεν ἀδήλου, μηδὲ τὰ ὅπλα σφῶν αὐτῶν αἰδούμενοι πεποιημένα ἀργύρου τε καὶ χρυσοῦ,
556 τοῖς δὲ Ἄραψι καὶ [τοῖς] Σύροις, εἰ πρῶτον μὲν ἐν ἀλλοτρίῳ πολέμῳ τοῖς πάθεσιν αὐτεξουσίως χρῶνται, ἔπειτα τῇ περὶ φόνους ὠμότητι καὶ τῷ πρὸς Ἰουδαίους μίσει Ῥωμαίους ἐπιγράφουσι· καὶ γὰρ νῦν ἐνίους αὐτῷ τῶν στρατιωτῶν συναπολαύειν τῆς κακοδοξίας.
557 τούτοις μὲν οὖν διηπείλησε θάνατον, εἴ τις εὑρεθείη πάλιν τὸ αὐτὸ τολμῶν, τοῖς δὲ ἀπὸ τῶν ταγμάτων ἐπέστελλεν ἐρευνήσαντας τοὺς ὑπόπτους ἀνάγειν ἐπʼ αὐτόν.
558 κατεφρόνει δʼ, ὡς ἔοικε, φιλοχρηματία πάσης κολάσεως, καὶ δεινὸς ἐμπέφυκεν ἀνθρώποις τοῦ κερδαίνειν ἔρως, οὐδέν τε οὕτως πάθος πλεονεξία παραβάλλεται.
559 ἢ ταῦτα μὲν ἄλλως καὶ μέτρον ἔχει καὶ φόβοις ὑποτάσσεται, θεὸς δὲ ἦν ὁ τοῦ λαοῦ παντὸς κατακρίνας καὶ πᾶσαν αὐτοῖς σωτηρίας ὁδὸν εἰς ἀπώλειαν ἀποστρέφων.
560 ὃ γοῦν μετʼ ἀπειλῆς ἀπεῖπεν ὁ Καῖσαρ λάθρα κατὰ τῶν αὐτομόλων ἐτολμᾶτο, καὶ τοὺς διαδιδράσκοντας πρὶν πᾶσιν ὀφθῆναι προαπαντῶντες ἔσφαττον οἱ βάρβαροι, περισκοπούμενοι δὲ μή τις ἐπίδοι Ῥωμαίων, ἀνέσχιζον κἀκ τῶν σπλάγχνων τὸ μιαρὸν κέρδος εἷλκον.
561 ὀλίγοις δʼ ἐνευρίσκετο, καὶ τοὺς πολλοὺς παρανήλισκεν ἐλπὶς μόνη. τοῦτο μὲν δὴ τὸ πάθος πολλοὺς τῶν αὐτομόλων ἐπανήγαγεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi