Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 5

516 τυμβωρυχοῦντες γοῦν τὰς οἰκίας ἐσύλων τοὺς νεκροὺς καὶ τὰ καλύμματα τῶν σωμάτων περισπῶντες μετὰ γέλωτος ἐξῄεσαν, τάς τε ἀκμὰς τῶν ξιφῶν ἐδοκίμαζον ἐν τοῖς πτώμασιν, καί τινας τῶν ἐρριμμένων ἔτι ζῶντας διήλαυνον ἐπὶ πείρᾳ τοῦ σιδήρου·
517 τοὺς δʼ ἱκετεύοντας χρῆσαι σφίσι δεξιὰν καὶ ξίφος τῷ λιμῷ κατέλειπον ὑπερηφανοῦντες, καὶ τῶν ἐκπνεόντων ἕκαστος ἀτενίσας εἰς τὸν ναὸν ἀφεώρα τοὺς στασιαστὰς ζῶντας ἀπολιπών.
518 οἱ δὲ τὸ μὲν πρῶτον ἐκ τοῦ δημοσίου θησαυροῦ τοὺς νεκροὺς θάπτειν ἐκέλευον τὴν ὀσμὴν οὐ φέροντες, ἔπειθʼ ὡς οὐ διήρκουν ἀπὸ τῶν τειχῶν ἔρριπτον εἰς τὰς φάραγγας.
519 Περιιὼν δὲ ταύτας ὁ Τίτος ὡς ἐθεάσατο πεπλησμένας τῶν νεκρῶν καὶ βαθὺν ἰχῶρα μυδώντων ὑπορρέοντα τῶν σωμάτων, ἐστέναξέ τε καὶ τὰς χεῖρας ἀνατείνας κατεμαρτύρατο τὸν θεόν, ὡς οὐκ εἴη τὸ ἔργον αὐτοῦ.
520 τὰ μὲν δὴ κατὰ τὴν πόλιν εἶχεν οὕτως, Ῥωμαῖοι δὲ μηδενὸς ἔτι τῶν στασιαστῶν ἐκτρέχοντος, ἤδη γὰρ καὶ τούτων ἀθυμία καὶ λιμὸς ἐφήπτετο, ἐπʼ εὐθυμίαις ἦσαν σίτου τε ἀφθονίαν καὶ τῶν ἄλλων ἐπιτηδείων ἐκ τῆς Συρίας καὶ τῶν πλησίον ἐπαρχιῶν ἔχοντες·
521 ἱστάμενοι δὲ πολλοὶ τοῦ τείχους πλησίον καὶ πολὺ πλῆθος τῶν· ἐδωδίμων ἐπιδεικνύμενοι τῷ κατὰ σφᾶς κόρῳ τὸν λιμὸν τῶν πολεμίων ἐξέκαιον.
522 πρὸς δὲ τὸ πάθος τῶν στασιαστῶν μηδὲν ἐνδιδόντων Τίτος οἰκτείρων τὰ λείψανα τοῦ δήμου καὶ σπουδάζων τὸ γοῦν περιὸν ἐξαρπάσαι, πάλιν ἤρχετο χωμάτων χαλεπῶς αὐτῷ τῆς ὕλης ποριζομένης·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi