Kitap 5
ὀκτάγωνος δὲ ἦν. τούτου δʼ ἄντικρυς ὁ Ἱππικὸς καὶ παρʼ αὐτὸν δύο κατεσκευάσθησαν μὲν ὑφʼ Ἡρώδου βασιλέως ἐν τῷ ἀρχαίῳ τείχει, μέγεθος δὲ καὶ κάλλος ἦσαν καὶ ὀχυρότητα τῶν κατὰ τὴν οἰκουμένην διάφοροι·
πρὸς γὰρ τῷ φύσει μεγαλοψύχῳ καὶ τῇ περὶ τὴν πόλιν φιλοτιμίᾳ τὴν ὑπεροχὴν τῶν ἔργων ὁ βασιλεὺς πάθεσιν οἰκείοις ἐχαρίζετο καὶ τρισὶ τοῖς ἡδίστοις προσώποις, ἀφʼ ὧν ὠνόμασε τοὺς πύργους, ἀδελφῷ καὶ φίλῳ καὶ γυναικί, τὴν μνήμην ἀνέθηκε, τὴν μὲν ὡς προειρήκαμεν κτείνας διʼ ἔρωτα, τοὺς δὲ ἀποβαλὼν ἐν πολέμῳ γενναίως ἀγωνισαμένους.
ὁ μὲν οὖν Ἱππικὸς ἀπὸ τοῦ φίλου προσαγορευθεὶς τετράγωνος μὲν ἦν, εὖρος δὲ καὶ μῆκος εἰκοσιπέντε πηχῶν ἕκαστον καὶ ὕψος τριάκοντα, οὐδαμοῦ διάκενος.
ὑπὲρ δὲ τὸ πλῆρες καὶ ταῖς πέτραις συνηνωμένον εἰς ἐκδοχὴν ὄμβρων εἰκοσάπηχυς λάκκος ἦν τὸ βάθος,
ἐπάνω δὲ τούτου δίστεγος οἶκος ἦν εἴκοσι καὶ πέντε πηχῶν τὸ ὕψος εἰς ποικίλα τέγη διῃρημένος, ὑπὲρ ὃν τύρσεις μὲν διπήχεις προμαχῶνες δὲ περιβέβληντο τριπήχεις, ὡς τὸ πᾶν ὕψος εἰς ὀγδοήκοντα πήχεις συναριθμεῖσθαι.
ὁ δὲ δεύτερος πύργος, ὃν ὠνόμασεν ἀπὸ τἀδελφοῦ Φασάηλον, τὸ μὲν πλάτος καὶ τὸ μῆκος ἴσον εἶχεν, τεσσαράκοντα πηχῶν ἕκαστον, ἐπὶ τεσσαράκοντα δʼ αὐτοῦ τὸ ναστὸν ἦν ὕψος.
ἐπάνω δὲ αὐτοῦ περιῄει στοὰ δεκάπηχυς τὸ ὕψος θωρακίοις τε καὶ προβόλοις σκεπομένη.
μέσην δὲ ὑπερῳκοδόμητο τὴν στοὰν πύργος ἕτερος εἴς τε οἴκους πολυτελεῖς καὶ δὴ καὶ βαλανεῖον διῃρημένος, ὡς μηδὲν ἐνδέοι τῷ πύργῳ βασίλειον δοκεῖν. τὰ δʼ ἄκρα τοῖς προμαχῶσι καὶ ταῖς τύρσεσιν † ἡ περιαυτοῦ κεκόσμητο.
πηχῶν δʼ ἦν τὸ πᾶν ὕψος ὡς ἐνενήκοντα, καὶ τὸ μὲν σχῆμα παρεῴκει τῷ κατὰ τὴν Φάρον ἐκπυρσεύοντι τοῖς ἐπὶ Ἀλεξανδρείας πλέουσι, τῇ περιοχῇ δὲ πολὺ μείζων ἦν· τηνικαῦτά γε μὴν τυραννεῖον ἀπεδείχθη τοῦ Σίμωνος.
ὁ δὲ τρίτος πύργος ἡ Μαριάμμη, τοῦτο γὰρ ἡ βασιλὶς ἐκαλεῖτο, μέχρι μὲν εἴκοσι πηχῶν ναστὸς ἦν, εἴκοσι δὲ πήχεις εἰς εὖρος διέβαινε καὶ μῆκος ἴσον,
πολυτελεστέραν δὲ καὶ ποικιλωτέραν τῶν ἄλλων τὴν οἴκησιν εἶχεν ἐπάνω, τοῦ βασιλέως οἰκεῖον ὑπολαβόντος τὸν ἀπὸ γυναικὸς ὀνομασθέντα κεκοσμῆσθαι πλέον ἢ τοὺς ἀπʼ ἀνδρῶν, ὥσπερ ἐκείνους τοῦ τῆς γυναικὸς ἰσχυροτέρους. τούτου τὸ πᾶν ὕψος πεντήκοντα καὶ πέντε πηχῶν ἦν.
Τηλικοῦτοι δʼ ὄντες οἱ τρεῖς τὸ μέγεθος πολὺ μείζονες ἐφαίνοντο διὰ τὸν τόπον·
αὐτό τε γὰρ τὸ ἀρχαῖον τεῖχος, ἐν ᾧ ἦσαν, ἐφʼ ὑψηλῷ λόφῳ δεδόμητο, καὶ τοῦ λόφου καθάπερ κορυφή τις ὑψηλοτέρα προανεῖχεν εἰς τριάκοντα πήχεις, ὑπὲρ ἣν οἱ πύργοι κείμενοι πολὺ δή τι τοῦ μετεώρου προσελάμβανον.
θαυμάσιον δὲ καὶ τῶν λίθων ἦν τὸ μέγεθος· οὐ γὰρ ἐξ εἰκαίας χερμάδος οὐδὲ φορητῶν ἀνθρώποις πετρῶν συνειστήκεσαν, λευκὴ δὲ μάρμαρος ἐτμήθη·
καὶ τὸ μὲν μῆκος ἑκάστης πηχῶν ἦν εἴκοσι, δέκα δὲ εὖρος καὶ βάθος πέντε, συνήνωντο δʼ ἐπʼ ἀλλήλοις ὡς δοκεῖν ἕκαστον πύργον μίαν εἶναι πέτραν ἀναπεφυκυῖαν, ἔπειτα δὲ περιεξέσθαι χερσὶ τεχνιτῶν εἰς σχῆμα καὶ γωνίας· οὕτως οὐδαμόθεν ἡ συνάφεια τῆς ἁρμονίας διεφαίνετο.
κειμένοις δὲ πρὸς ἄρκτον αὐτοῖς ἔνδοθεν ἡ τοῦ βασιλέως αὐλὴ προσέζευκτο, παντὸς λόγου κρείσσων·
οὔτε γὰρ πολυτελείας οὔτε κατασκευῆς τινος ἔλειπεν ὑπερβολήν, ἀλλὰ τετείχιστο μὲν ἅπασα τριάκοντα πήχεις τὸ ὕψος κύκλῳ κατʼ ἴσον διάστημα, κεκοσμημένοις δὲ πύργοις διείληπτο ἀνδρῶσί τε μεγίστοις καὶ εἰς ξενῶνας ἑκατοντακλίνους·
ἐν οἷς ἀδιήγητος μὲν ἡ ποικιλία τῶν λίθων ἦν, συνῆκτο γὰρ πολὺς ὁ πανταχοῦ σπάνιος, θαυμασταὶ δὲ ὀροφαὶ μήκει τε δοκῶν καὶ λαμπρότητι προκοσμημάτων,
οἴκων δὲ πλῆθος καὶ διαφοραὶ σχημάτων περὶ τούτους μυρίαι, πᾶσίν γε μὴν ἀποσκευαὶ πλήρεις, καὶ τὰ πλείω τῶν ἐν ἑκάστοις κειμένων ἐξ ἀργύρου τε καὶ χρυσοῦ.
περίστοα δὲ διʼ ἀλλήλων ἐν κύκλῳ πολλά, καὶ στῦλοι πρὸς ἑκάστῳ διάφοροι, τά γε μὴν τούτων ὕπαιθρα πάντα χλοερά,
καὶ ποικίλαι μὲν ὕλαι μακροὶ δὲ διʼ αὐτῶν περίπατοι καὶ περὶ τούτους εὔριποι βαθεῖς δεξαμεναί τε πανταχοῦ χαλκουργημάτων περίπλεοι, διʼ ὧν τὸ ὕδωρ ἐξεχεῖτο, καὶ πολλοὶ περὶ τὰ νάματα πύργοι πελειάδων ἡμέρων.
ἀλλὰ γὰρ οὔθʼ ἑρμηνεῦσαι δυνατὸν ἀξίως τὰ βασίλεια, καὶ φέρει βάσανον ἡ μνήμη τὰς τοῦ λῃστρικοῦ πυρὸς δαπάνας ἀναφέρουσα·
οὐ γὰρ ταῦτα Ῥωμαῖοι κατέφλεξαν, ἀλλʼ ὑπὸ τῶν ἔνδον ἐπιβούλων, ὡς προειρήκαμεν, ἐν ἀρχῇ τῆς ἀποστάσεως ἀπὸ μὲν τῆς Ἀντωνίας ἤρξατο τὸ πῦρ, μετέβη δʼ ἐπὶ τὰ βασίλεια καὶ τῶν τριῶν πύργων τὰς στέγας ἐπενεμήθη.
Τὸ δʼ ἱερὸν ἵδρυτο μέν, ὥσπερ ἔφην, ἐπὶ λόφου καρτεροῦ, κατʼ ἀρχὰς δὲ μόλις ἐξήρκει τὸ ἀνωτάτω χθαμαλὸν αὐτοῦ τῷ τε ναῷ καὶ τῷ βωμῷ· τὰ γὰρ πέριξ ἀπόκρημνος ἦν καὶ κατάντης.
τοῦ δὲ βασιλέως Σολομῶνος, ὃς δὴ καὶ τὸν ναὸν ἔκτισεν, τὸ κατʼ ἀνατολὰς μέρος ἐκτειχίσαντος, ἐπετέθη μία στοὰ τῷ χώματι· καὶ κατά γε τὰ λοιπὰ μέρη γυμνὸς ὁ ναὸς ἦν. τοῖς δʼ ἑξῆς αἰῶσιν ἀεί τι τοῦ λαοῦ προσχωννύντος ἀνισούμενος ὁ λόφος ηὐρύνετο.
διακόψαντες δὲ καὶ τὸ προσάρκτιον τεῖχος τοσοῦτον προσελάμβανον ὅσον ὕστερον ἐπεῖχεν ὁ τοῦ παντὸς ἱεροῦ περίβολος.
τειχίσαντες δʼ ἐκ ῥίζης τριχῆ κυκλόθεν τὸν λόφον καὶ μεῖζον ἐλπίδος ἐκπονήσαντες ἔργον, εἰς ὃ μακροὶ μὲν ἐξαναλώθησαν αἰῶνες αὐτοῖς καὶ οἱ ἱεροὶ δὲ θησαυροὶ πάντες, οὓς ἀνεπίμπλασαν οἱ παρὰ τῆς οἰκουμένης δασμοὶ πεμπόμενοι τῷ θεῷ, τούς τε ἄνω περιβόλους καὶ τὸ κάτω ἱερὸν ἀμφεδείμαντο.
τούτου τὸ ταπεινότατον ἀπὸ τριακοσίων ἀνετειχίσαντο πηχῶν, κατὰ δέ τινας τόπους καὶ πλείονος. οὐ μέντοι πᾶν τὸ βάθος ἐφαίνετο τῶν θεμελίων· ἐπὶ πολὺ γὰρ ἔχωσαν τὰς φάραγγας ἀνισοῦν βουλόμενοι τοὺς στενωποὺς τοῦ ἄστεος.
πέτραι δὲ τεσσαρακονταπήχεις τὸ μέγεθος ἦσαν τοῦ δομήματος· ἥ τε γὰρ δαψίλεια τῶν χρημάτων καὶ τοῦ λαοῦ φιλοτιμία λόγου μείζονας ἐποιεῖτο τὰς ἐπιβολάς, καὶ τὸ μηδὲ ἐλπισθὲν ἕξειν πέρας ἐπιμονῇ καὶ χρόνοις ἦν ἀνύσιμον.
Ἦν δὲ ἄξια τῶν τηλικούτων θεμελίων καὶ τὰ ὑπὲρ αὐτῶν ἔργα διπλαῖ μὲν γὰρ αἱ στοαὶ πᾶσαι, κίονες δʼ αὐταῖς εἰκοσιπέντε πηχῶν τὸ ὕψος ἐφεστήκεσαν μονόλιθοι λευκοτάτης μαρμάρου, κεδρίνοις δὲ φατνώμασιν ὠρόφωντο.
τούτων ἡ μὲν φυσικὴ πολυτέλεια καὶ τὸ εὔξεστον καὶ τὸ ἁρμόνιον παρεῖχε θεωρίαν ἀξιόλογον, οὐδενὶ δὲ ἔξωθεν οὔτε ζωγραφίας οὔτε γλυφίδος ἔργῳ προσηγλάιστο.
καὶ πλατεῖαι μὲν ἦσαν ἐπὶ τριάκοντα πήχεις, ὁ δὲ πᾶς κύκλος αὐτῶν εἰς ἓξ σταδίους συνεμετρεῖτο περιλαμβανομένης καὶ τῆς Ἀντωνίας· τὸ δʼ ὕπαιθρον ἅπαν πεποίκιλτο παντοδαπῷ λίθῳ κατεστρωμένον.
διὰ τούτου προϊόντων ἐπὶ τὸ δεύτερον ἱερὸν δρύφακτος περιβέβλητο λίθινος, τρίπηχυς μὲν ὕψος, πάνυ δὲ χαριέντως διειργασμένος·
ἐν αὐτῷ δὲ εἱστήκεσαν ἐξ ἴσου διαστήματος στῆλαι τὸν τῆς ἁγνείας προσημαίνουσαι νόμον αἱ μὲν Ἑλληνικοῖς αἱ δὲ Ῥωμαϊκοῖς γράμμασιν μηδένα ἀλλόφυλον ἐντὸς τοῦ ἁγίου παριέναι·
τὸ γὰρ δεύτερον ἱερὸν ἅγιον ἐκαλεῖτο. καὶ τεσσαρεσκαίδεκα [μὲν] βαθμοῖς ἦν ἀναβατὸν ἀπὸ τοῦ πρώτου, τετράγωνον δὲ ἄνω καὶ τείχει περιπεφραγμένον ἰδίῳ.
τούτου τὸ μὲν ἔξωθεν ὕψος καίπερ τεσσαράκοντα πηχῶν ὑπάρχον ὑπὸ τῶν βαθμῶν ἐκαλύπτετο, τὸ δὲ ἔνδον εἴκοσι καὶ πέντε πηχῶν ἦν· πρὸς γὰρ ὑψηλοτέρῳ δεδομημένου τοῦ βαθμοῦ οὐκέτʼ ἦν ἅπαν εἴσω καταφανὲς καλυπτόμενον ὑπὸ τοῦ λόφου.
μετὰ δὲ τοὺς δεκατέσσαρας βαθμοὺς τὸ μέχρι τοῦ τείχους διάστημα πηχῶν ἦν δέκα, πᾶν ἰσόπεδον.
ἔνθεν ἄλλοι πάλιν πεντέβαθμοι κλίμακες ἀνῆγον ἐπὶ τὰς πύλας, αἳ ἀπὸ μὲν ἄρκτου καὶ μεσημβρίας ὀκτώ, καθʼ ἑκάτερον τέσσαρες, δύο δʼ ἦσαν ἐξ ἀνατολῆς κατʼ ἀνάγκην· διατετειχισμένου γὰρ κατὰ τοῦτο τὸ κλίμα ταῖς γυναιξὶν ἰδίου πρὸς θρησκείαν χώρου ἔδει δευτέραν εἶναι πύλην· τέτμητο δʼ αὕτη τῆς πρώτης ἄντικρυς.
κἀκ τῶν ἄλλων δὲ κλιμάτων μία μεσημβρινὴ πύλη καὶ μία βόρειος, διʼ ἧς εἰς τὴν γυναικωνῖτιν εἰσῆγον· κατὰ γὰρ τὰς ἄλλας οὐκ ἐξῆν παρελθεῖν γυναιξίν, ἀλλʼ οὐδὲ κατὰ τὴν σφετέραν ὑπερβῆναι τὸ διατείχισμα. ἀνεῖτό γε μὴν ταῖς τʼ ἐπιχωρίοις καὶ ταῖς ἔξωθεν ὁμοφύλοις ἐν ἴσῳ πρὸς θρησκείαν ὁ χῶρος.
τὸ δὲ πρὸς δύσιν μέρος οὐκ εἶχε πύλην, ἀλλὰ διηνεκὲς ἐδεδόμητο ταύτῃ τὸ τεῖχος. αἱ στοαὶ δὲ μεταξὺ τῶν πυλῶν ἀπὸ τοῦ τείχους ἔνδον ἐστραμμέναι πρὸ τῶν γαζοφυλακίων σφόδρα μὲν καλοῖς καὶ μεγάλοις ἀνείχοντο κίοσιν, ἦσαν δʼ ἁπλαῖ, καὶ πλὴν τοῦ μεγέθους τῶν κάτω κατʼ οὐδὲν ἀπελείποντο.