Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 5

312 παραταξαμένων γοῦν κατὰ ταύτας τὰς ἡμέρας τῶν Ἰουδαίων πρὸ τοῦ τείχους καρτερῷ στίφει καὶ διακοντιζομένων ἔτι πόρρωθεν τῶν ταγμάτων ἑκατέρων Λογγῖνός τις τῶν ἱππέων ἐξαλλόμενος τῆς Ῥωμαϊκῆς τάξεως ἐμπηδᾷ μέσῃ τῇ τῶν Ἰουδαίων φάλαγγι,
313 καὶ διασκεδασθέντων πρὸς τὴν ἐμβολὴν δύο τοὺς γενναιοτάτους ἀναιρεῖ, τὸν μὲν κατὰ στόμα πλήξας ὑπαντιάσαντα, τὸν δʼ ἀνασπάσας ἐκ τοῦ προτέρου τὸ δόρυ κατὰ πλευρὰν διαπείρει τραπόμενον, ἐκ μέσων τε τῶν πολεμίων ἄτρωτος εἰς τοὺς σφετέρους ἔδραμεν.
314 ὁ μὲν οὖν διʼ ἀρετὴν ἐπίσημος ἦν, ζηλωταὶ δὲ τῆς ἀνδρείας ἐγίνοντο πολλοί.
315 καὶ Ἰουδαῖοι μὲν ἀμελοῦντες τοῦ παθεῖν τὸ διαθεῖναι μόνον ἐσκόπουν, ὅ τε θάνατος αὐτοῖς ἐδόκει κουφότατος εἰ μετὰ τοῦ κτεῖναί τινα τῶν πολεμίων προσπέσοι·
316 Τίτος δὲ τῆς τῶν στρατιωτῶν ἀσφαλείας οὐχ ἧττον τοῦ κρατεῖν προυνόει, καὶ τὴν μὲν ἀπερίσκεπτον ὁρμὴν ἀπόνοιαν λέγων, μόνην δʼ ἀρετὴν τὴν μετὰ προνοίας καὶ τοῦ μηδὲν τὸν δρῶντα παθεῖν, ἐν ἀκινδύνῳ τῷ κατὰ σφᾶς ἐκέλευσεν ἀνδρίζεσθαι.
317 Προσάγει δʼ αὐτὸς τοῦ βορείου τείχους τῷ μέσῳ πύργῳ τὴν ἑλέπολιν, ἐν ᾧ τῶν Ἰουδαίων τις ἀνὴρ γόης ὄνομα Κάστωρ ἐλόχα μεθʼ ὁμοίων δέκα, τῶν λοιπῶν φυγόντων διὰ τοὺς τοξότας.
318 οὗτοι μέχρι μέν τινος ὑπεπτηχότες τοῖς θωρακίοις ἠρέμουν, λυομένου δὲ τοῦ πύργου διανίστανται, καὶ προτείνας ὁ Κάστωρ τὰς χεῖρας ὡς ἱκετεύων δῆθεν ἐκάλει τὸν Καίσαρα καὶ τῇ φωνῇ κατοικτιζόμενος ἐλεῆσαι σφᾶς παρεκάλει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi