Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 5

240 ἔπειτα πρὸ τῆς τοῦ πύργου δομήσεως τριῶν πηχῶν τεῖχος ἦν, ἐνδοτέρω δὲ τούτου τὸ πᾶν ἀνάστημα τῆς Ἀντωνίας ἐπὶ τεσσαράκοντα πήχεις ἠγείρετο.
241 τὸ δʼ ἔνδον βασιλείων εἶχε χώραν καὶ διάθεσιν· μεμέριστο γὰρ εἰς πᾶσαν οἴκων ἰδέαν τε καὶ χρῆσιν περίστοά τε καὶ βαλανεῖα καὶ στρατοπέδων αὐλαῖς πλατείαις, ὡς τῷ μὲν πάντʼ ἔχειν τὰ χρειώδη πόλις εἶναι δοκεῖν, τῇ πολυτελείᾳ δὲ βασίλειον.
242 πυργοειδὴς δὲ οὖσα τὸ πᾶν σχῆμα κατὰ γωνίαν τέσσαρσιν ἑτέροις διείληπτο πύργοις, ὧν οἱ μὲν ἄλλοι πεντήκοντα τὸ ὕψος, ὁ δʼ ἐπὶ τῇ μεσημβρινῇ καὶ κατὰ ἀνατολὴν γωνίᾳ κείμενος ἑβδομήκοντα πηχῶν ἦν, ὡς καθορᾶν ὅλον ἀπʼ αὐτοῦ τὸ ἱερόν.
243 καθὰ δὲ συνῆπτε ταῖς τοῦ ἱεροῦ στοαῖς εἰς ἀμφοτέρας εἶχε καταβάσεις, διʼ ὧν κατῄεσαν οἱ φρουροί·
244 καθῆστο γὰρ [ἀεὶ] ἐπʼ αὐτῆς τάγμα Ῥωμαίων, καὶ διιστάμενοι περὶ τὰς στοὰς μετὰ τῶν ὅπλων ἐν ταῖς ἑορταῖς τὸν δῆμον, ὡς μή τι νεωτερισθείη, παρεφύλαττον·
245 φρούριον γὰρ ἐπέκειτο τῇ πόλει μὲν τὸ ἱερόν, τῷ ἱερῷ δʼ ἡ Ἀντωνία, κατὰ δὲ ταύτην οἱ τῶν τριῶν φύλακες ἦσαν· καὶ τῆς ἄνω δὲ πόλεως ἴδιον φρούριον ἦν τὰ Ἡρώδου βασίλεια.
246 ἡ Βεζαθὰ δὲ λόφος διῄρητο μέν, ὡς ἔφην, ἀπὸ τῆς Ἀντωνίας, πάντων δʼ ὑψηλότατος ὢν μέρει τῆς καινῆς πόλεως προσῴκιστο.
247 καὶ μόνος τὸ ἱερὸν κατʼ ἄρκτον ἐπεσκότει. περὶ μὲν δὴ τῆς πόλεως καὶ τῶν τειχῶν αὖθις εἰπεῖν ἀκριβέστερον ἕκαστα προτεθειμένοις ἐπὶ τοῦ παρόντος ἀπόχρη.
248 Τὸ μάχιμον δʼ ἐν αὐτῇ καὶ στασιάζον πλῆθος περὶ Σίμωνα μὲν ἦσαν μύριοι δίχα τῶν Ἰδουμαίων, πεντήκοντα δʼ ἡγεμόνες τῶν μυρίων, ἐφʼ οἷς οὗτος κύριος τῶν ὅλων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi