Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 5

89 τούτων οὐδʼ ἀκούειν ἔδοξε, τοῖς δὲ καθʼ αὑτὸν ἀνατρέχουσιν ἀνθίσταται καὶ κατὰ στόμα παίων βιαζομένους ἀνῄρει κατά τε τοῦ πρανοῦς ἀθρόοις ἐμπίπτων ἀνεώθει τὸ πλῆθος.
90 οἱ δὲ πρός τε τὸ παράστημα καὶ τὴν ἰσχὺν καταπλαγέντες οὐδʼ οὕτως μὲν ἀνέφευγον εἰς τὴν πόλιν, καθʼ ἕτερον δʼ ἐκκλίνοντες ἀπʼ αὐτοῦ τοῖς ἀνωτέρω φεύγουσι προσέκειντο. καὶ τούτοις δὲ κατὰ πλευρὰν προσβάλλων τὰς ὁρμὰς ὑπετέμνετο.
91 κἀν τούτῳ καὶ τοῖς ἄνω τειχίζουσι τὸ στρατόπεδον, ὡς ἐθεάσαντο τοὺς κάτω φεύγοντας,
92 πάλιν ἐμπίπτει ταραχὴ καὶ δέος, καὶ διασκίδναται πᾶν τὸ τάγμα, δοκούντων ἀνυπόστατον μὲν εἶναι τὴν τῶν Ἰουδαίων ἐκδρομήν, τετράφθαι δʼ αὐτὸν Τίτον· οὐ γὰρ ἄν ποτε τοὺς ἄλλους φεύγειν ἐκείνου μένοντος.
93 καὶ καθάπερ πανικῷ δείματι κυκλωθέντες ἄλλος ἀλλαχῆ διεφέροντο, μέχρι τινὲς κατιδόντες ἐν μέσῳ τοῦ πολέμου τὸν ἡγεμόνα στρεφόμενον καὶ μέγα δείσαντες ἀμφʼ αὐτῷ διαβοῶσι τὸν κίνδυνον ὅλῳ τῷ τάγματι.
94 τοὺς δʼ αἰδὼς ἐπέστρεφε, καὶ πλεῖόν τι φυγῆς κακίζοντες ἀλλήλους ἐπὶ τῷ καταλιπεῖν Καίσαρα πάσῃ βίᾳ κατὰ τῶν Ἰουδαίων ἐχρῶντο καὶ κλίναντες ἅπαξ ἀπὸ τοῦ κατάντους συνώθουν αὐτοὺς εἰς τὸ κοῖλον.
95 οἱ δʼ ὑπὸ πόδα χωροῦντες ἐμάχοντο, καὶ πλεονεκτοῦντες οἱ Ῥωμαῖοι τῷ καθύπερθεν εἶναι συνελαύνουσι πάντας εἰς τὴν φάραγγα.
96 προσέκειτο δὲ τοῖς καθʼ αὑτὸν ὁ Τίτος καὶ τὸ μὲν τάγμα πάλιν ἐπὶ τὴν τειχοποιίαν ἔπεμψεν, αὐτὸς δὲ σὺν οἷς πρότερον ἀντιστὰς εἶργε τοὺς πολεμίους·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi